Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.75
Not analysed yet
διαθερμαίνεσθαι φρικώδεις γίνονται, καθ' ὃν λόγον ἤδη πολλάκις ἐμάθετε τοὺς κακοχύμους ἅπαντας, ὅταν ἀθροώτερον θερμαίνωνται, τοῦτο πάσχοντας. ἔνιοι δ' ἀντὶ τοῦ φρικώδεες "ῥιγοῦσι" γράφουσιν. ὃ δοκεῖ μοι πάνυ σπάνιον <ἐν νεανίαις> εἶναι καὶ μεγίστης κακοχυμίας σημεῖον, ὥστ' οὐδ' ἔγνων τινὰ ῥιγοῦντα κατὰ τὴν ἀρχὴν τῆς μίξεως. ἀλλὰ καὶ τὸ ῥικνώδεες ἔνιοι <μεταλλάττοντες> "κακώδεες" γράφουσιν. ἐξηγοῦνται δέ τινες ἐπὶ τοῦ κακοῦσθαι τὸ σῶμα λελέχθαι τοὺς κακώδεις, ἔνιοι δ' ἐπὶ τοῦ κακὸν ὄζειν. περὶ δὲ τοῦ κατὰ τὴν κοιλίαν τινὰς ἐμφυσᾶσθαι πρόσθεν εἴρηται. Διοσκουρίδης δὲ καὶ ταύτην τὴν ῥῆσιν ὡς μυρίας ἄλλας μετέγραψεν εἰς ἣν αὐτὸς ἐβούλετο λέξιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιάνδε· "ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέοντες, οἷον Ἀρκεσίλαος," ἵνα δυσώδεις εἶναι τὰς φύσας αὐτοῦ νοήσωμεν. ὅ γε μὴν Καπίτων καὶ αὐτὸς <πολλάκ>ις πολλὰ πάνυ μεταγράφων τήνδε τὴν λέξιν τοιαύτην ἐποίησεν· "ἐν τῇσι προσόδοισιν <ἔστιν> οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος, οἱ δὲ μέλλοντες ῥιγοῦσι ῥικνώδεις." |