Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.90
Not analysed yet
τὰ δ' ἐφεξῆς οὐχ ὁμοίως |ὄντα σαφῆ, τάχα δὲ καὶ παρεγγεγραμμένα σαφῆ τ' εἶναι νομίζουσι, καίτοι διαφωνοῦντες ἐν ταῖς ἐξηγήσεσιν αὐτῶν οὐδὲν ἧττον ἢ κατὰ τὰς πρόσθεν, ὑπαλλάττουσί τε τὰς παλαιὰς γραφάς. ἵνα δ' ᾖ σαφέστερος ὁ λόγος, ἕκαστον μέρος τῆς ῥήσεως ἰδίᾳ προχειριοῦμαι. Χρωτὸς ῥίκνωσις συμπίπτοντος, ἔκτασις ἀνατρεφομένου. Ὅτι μὲν οὖν ἐν τοῖς λεπτυσμοῖς χαλᾶται τὸ δέρμα, πρὶν αὐτό τι παθεῖν κατὰ τὴν οἰκείαν οὐσίαν, ἀνατρεφομένων δὲ τείνεται καὶ ὅτι ξηραινόμενον τῷ χρόνῳ εἰς τἀναντία μεταπίπτει δεδήλωται πρόσθεν. ἐν δὲ τῷδε τῷ λόγῳ συμπίπτοντος μὲν αὐτοῦ ῥίκνωσιν γίνεσθαί φησιν, ἀνατρεφομένου δ' ἔκτασιν. "ῥικνὸν" μὲν ὀνομάζουσιν οἱ Ἕλληνες σῶμά τε καὶ δέρμα τὸ ῥυτιδούμενον ἅμα συστολῇ, καθάπερ ἐπὶ τῶν γερόντων ὁρᾶται, καὶ δηλονότι τὴν ἐν αὐτῷ διάθεσιν ῥίκνωσιν. ῥίκνωσις δέ τις φαίνεται καὶ τοῖς νοσούντων σώμασι γινομένη, λυομένων τῶν φλεβῶν καὶ μάλισθ' ὅταν διαφορηθέντος τοῦ κατ' αὐτὰς πλεονάζοντος αἵματος ἐπιθῇ τις φάρμακον αὐστηρᾶς καὶ στυφούσης μετέχον δυνάμεως. γίνεσθαι δὲ καὶ τὴν τοιαύτην ἐν τῷ |