Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.495
Not analysed yet
κῶμα. περὶ μὲν οὖν τοῦ κατὰ κῶμα σημαινομένου |βιβλίον ὅλον ἔχεις ἡμέτερον, ἐν ᾧ διὰ πλειόνων μαρτυριῶν ἐπιδέδεικται πᾶσαν ὀνομάζων καταφορὰν ὁ Ἱπποκράτης κῶμα, καὶ νῦν οὐδὲν θαυμαστὸν τοὺς αὐτοὺς ἅμα τε κωματώδεις εἰρῆσθαι καὶ ἀγρυπνοῦντας. ὡς εἴ γε κωματώδεις μὲν ἦσαν, ἀγρυπνίας δὲ χωρίς, οὐδ' ἂν ἐζήτησα, εἰ φρενιτικοὺς ὀνομαστέον αὐτοὺς εἴτε ὄντας ἢ γενησομένους· ἀεὶ γὰρ οὕτως ἄκουέ μου διὰ τὰ προηγούμενα τῆς πρώτης γενέσεως ἁπάντων πραγμάτων, οὐ μόνων τῶν παθῶν. οὐ μὴν οὐδ' εἰ τὰ νευρώδη μέρη κακῶς διέκειτο μετ' ἀγρυπνίας ἐν ἀρχῇ τοῦ νοσήματος, οὐκ ἂν οὐδ' οὕτως ἐζήτησα, εἰ φρενιτικοὺς ὀνομαστέον αὐτούς. οἵ τε γὰρ ἄνευ τῆς ἀγρυπνίας κωματώδεις οὐδ' ὅλως φρενιτικοί, οἵ τε ἄγρυπνοι χωρὶς κώματος, ὅταν ἐν ἀρχῇ τοῦτο πάσχωσι μετὰ τῆς τῶν εἰρημένων μορίων ὀδύνης, ἐξ ἀνάγκης φρενιτικοί. μιχθείσης δ' ἀγρυπνίας τῷ κώματι ἀμφιβολία γίνεται, καὶ διὰ τοῦτο τῷ λόγῳ τὸν ἆρα σύνδεσμον προσέθηκεν, ὃν περισπῶντες τῷ τόνῳ λέγομεν, ὅταν περί τινων πραγμάτων |