Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.512
Not analysed yet
ξιν οὕτως ἔγραψαν· τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν ἐναιωρούμενα. ἔνι δ' οὖν καὶ κατὰ τήνδε τὴν γραφὴν τὸ σολοικοφανές, κἂν ὅτι μάλιστα δοκῶσιν αὐτὸ φεύγειν ὑπαλλάττοντες τὴν λέξιν· τὸ γὰρ ἐναιωρούμενα φανερῶς ἐπὶ τὰ οὖρα τὴν ἀναφορὰν ἔχει. ταῦτα οὖν αὐτὰ καὶ φρενιτικὰ λέγεται, τουτέστιν ἤτοι σημαίνοντα φρενῖτιν ἢ ποιοῦντα. τὸ μὲν οὖν ποιεῖν οὐκ εὔλογον, τὸ δὲ σημαίνειν οὐκ ἄλογον. εἰ δέ, σημαίνει αὐτῇ τῇ ποιούσῃ αἰτίᾳ τὴν φρενῖτιν κατά τι κοινωνεῖν αὐτά. δέδεικται δὲ τὰ μέλανα διὰ τὸν ὀρρὸν τῆς μελαίνης χολῆς τοῖς ὑδατώδεσι συναπερχόμενον περιττώμασι γίνεσθαι. διττὴ δ' ἐστὶν ἡ γένεσις τῆς μελαίνης χολῆς ἤτοι τῆς ξανθῆς ὑπερωπτημένης ἢ τοῦ παχέος αἵματος· ὑπεροπτᾶται δὲ διὰ θερμασίαν ἰσχυράν. εἰκότως οὖν ἔν τε τοῖς καύσοις ὀνομαζομένοις πυρετοῖς οὐρεῖται κἀν ταῖς φρενίτισιν τὰ τοιαῦτα· θερμὰ γὰρ καὶ ξηρὰ τὰ πάθη ταῦτα. χείρω δὲ τῶν οὔρων ἐστὶ τὰ δι' ὅλων αὐτῶν μέλανα τῶν ἐναιώ|