Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.532
Not analysed yet
οὕτως εὑρίσκεται γεγραμμένον. οὐ μόνον δὲ αἱ παραφροσύναι δέονται δυνάμεως ἐρρωμένης, ἵνα ὁ κάμνων ἐξαρκέσῃ τῇ πέψει τοῦ νοσήματος, ἀλλὰ καὶ περιπνευμονία καὶ πλευρῖτις καὶ κυνάγχη καὶ τἆλλα τὰ μεγάλα πάθη. προσέρχεται δὲ ἐξ ἐπιμέτρου τῇ παραφροσύνῃ καὶ ἀγρυπνία καταλύουσα τὴν δύναμιν οὐδὲν ἧττον τῶν αἰσθητῶν ἐκκρίσεων ἥ τ' ἐν κινήσεσι πολλαῖς καὶ ἀτάκτως γινομέναις πλημμέλεια. τὸ δ' οἷον καὶ Θρασύνοντι μᾶλλον ὑπομνήματι πρέπον ἐστὶν ἢ συγγράμματι. κατὰ γοῦν τὸ Προγνωστικὸν καὶ τοὺς Ἀφορισμοὺς καὶ τὸ Περὶ ἀγμῶν καὶ ἄρθρων, ὁμοίως δὲ καὶ κατὰ τὸ Περὶ διαίτης ὀξέων, ἔτι τε τὸ Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων οὐδαμόθι φαίνεται μεμνημένος ὀνόματος, ὥσπερ γε οὐδὲ ἐν τοῖς ἄλλοις, ὅτι μὴ μόνοις τοῖς τῶν Ἐπιδημιῶν, ἐν οἷς αὐτὸ τοῦτο μόνον προκείμενόν ἐστιν ἐξετάσαι τὰ καθόλου διδαχθέντα διὰ τῶν κατὰ μέρος φαινομένων ἐφ' ἑκάστης ἀρρωστίας. |