Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.533
Not analysed yet
Τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾷ. Τὸ νεανικῶς δηλονότι ἀντὶ τοῦ γενναίως ἢ σφοδρῶς ἢ ἰσχυρῶς εἴρηκε. μέσον δὲ τεταγμένον τοῦ τε φρενιτικά καὶ τοῦ τρομώδεα δύναται μέν, ὅσον ἐπὶ τῇ τάξει, μεθ' ἑκατέρου λέγεσθαι, κατὰ δὲ τὴν τῶν πραγμάτων ἀλήθειαν ἐξεταζόντων τὸν λόγον οὐ δύναται τῷ τρομώδεα συντάττεσθαι· γενήσεται γὰρ ἡ διάνοια τοιαύτη, ὅτι τὰ φρενιτικὰ πάθη τελευτᾶν εἴωθεν εἰς τρόμον σφοδρόν, ὃ προφανῶς ψευδές ἐστι, μόναις ταῖς σφοδροτάταις φρενίτισιν ἑπομένου τοῦ συμπτώματος· αἱ γὰρ εὐτονίαι τῶν νεύρων διὰ τὴν τοῦ πάθους ξηρότητα τοῖς φρενιτικοῖς ὑπάρχουσιν ἄχρι πλείστου, καταλυθείσης δὲ τῆς δυνάμεως ἀγρυπνίαις τε καὶ πολλαῖς κινήσεσιν, ἅμα δὲ καὶ τῶν νεύρων ὑπερξηρανθέντων οἱ τρόμοι γίγνονται. |