Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.596
Not analysed yet
αὐτὸς εἰπών· "οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας". εἰκάζει δὲ αὐτὸ καὶ τοῖς τῶν ὑποζυγίων. οὐ μὴν ὁποῖον δή τι τὸ θολερὸν πνεῦμα χρὴ νοῆσαι, δῆλόν ἐστιν, ἐπεὶ μηδεὶς λέγει ὥσπερ ὕδωρ θολερὸν οὕτω καὶ ἀέρα, πλὴν εἴ τις ἀτμοῦ μεστὸν ἀκούσειεν, ὥσπερ καὶ ἤκουσάν τινες τῶν ἐξηγησαμένων τὴν προκειμένην ῥῆσιν, καὶ λέγουσί γε, ὥσπερ ἐκτὸς ἀποχεόμενον ἱδρῶτα κατὰ τὰς συγκοπὰς ὁρῶμεν, οὕτως ἔσω τὴν ῥύσιν τῶν ὑγρῶν ἐπὶ τῶν ἔσω διαφορουμένων ἀρρώστων γίγνεσθαι, καὶ διὰ τοῦτο πάμπολυν ἀτμὸν ἐκπέμπεσθαι διὰ τῆς ἐκπνοῆς καὶ τοῦτ' εἶναι τὸ θολερὸν πνεῦμα. εἰ δ', ὡς ἔνιοι, τὴν πρώτην συλλαβὴν οὐ διὰ τοῦ ο γράφουσι θολερόν, ἀλλὰ διὰ τοῦ α θαλερόν, οὐκέτι τεκμήρασθαι, ποῖόν τι τὸ θαλερὸν πνεῦμα, ἔστιν. πρόσωπον μὲν γὰρ θαλερόν, ὥσπερ εἴρηται, τάχ' ἄν τις ἤκουσε τὸ οἷον εὐεκτικὸν καὶ εὔχρουν, πνεῦμα δὲ θαλερὸν οὐκ ἔστιν νοῆσαι τί σημαίνει, πλὴν εἰ τὸ σφόδρα μέγα βούλεται δηλοῦν. ἡ γὰρ τῶν ὀνομάτων ἀλλόκοτος χρῆσις ἀφορμὴν παρέχει τοῖς βουλομένοις νοεῖν, ὡς ἂν ἐπέλθῃ. τοιγαροῦν καὶ διὰ |