Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.632
Not analysed yet
λογόν ἐστιν κατὰ τὴν προκειμένην ῥῆσιν εἰρῆσθαι, καὶ μάλιστα, ὅτι τοιαύτης ἀφωνίας ἐμνημόνευσεν ἐν τῇ πρὸ αὐτῆς· ὀδυνηρὸν γὰρ πάθος σπασμός. Οἱ ἐξ ὑποχονδρίων ἀλγημάτων πυρετοὶ κακοήθεες. Εἴθ' ὁ συνθεὶς τὸ βιβλίον εἴτ' ἄλλος ἔγραψεν, αὐτὸς τήνδε τὴν ῥῆσιν οὐκ ἐπαινῶ· χωρὶς γὰρ διορισμοῦ λεγομένη διττῶς ἐστιν ψευδής, ὅτι καὶ διττοῦ διορισμοῦ δεῖται· πολλῶν γοῦν ἐν τοῖς ὑποχονδρίοις κειμένων μορίων οὐκ ἐπὶ πᾶσιν αὐτοῖς οἱ πυρετοὶ κακοήθεις εἰσίν, ἀλλ' ἐπὶ διαφράγματι καὶ γαστρὶ καὶ ἥπατι. γινώσκομεν δ', ὅτι καὶ τῶν μυῶν ἔνιοι τῶν ἐνταῦθα φλεγμαίνοντες ἀνάπτουσιν πυρετούς. οὐ μὴν οὐδ' ὅταν ἐφ' ἥπατος ἢ γαστρὸς ἢ διαφράγματος φλεγμονὴ γίγνηται, πυρετὸς εὐθὺς οὗτός ἐστι κακοήθης, ἀλλ' ὀξὺς ἴσως ἂν εἴη, καίτοι γε οὐδὲ τοῦτ' <ἀεί>, |