Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.633
Not analysed yet
κακοήθης δὲ οὐδέπω. διότι δὲ μηδ' ὀξὺν ἀεί φημι γίγνεσθαι, μαρτυρεῖ μὲν καὶ ἡ πεῖρα καὶ ὁ λόγος δὲ ἀποδείκνυσιν ἀπὸ τῶν ἐκτὸς φλεγμονῶν ἐναργῆ κομιζόμενος πίστιν. ἀνὰ λόγον γὰρ ἀεὶ τῷ μεγέθει τῶν φλεγμονῶν τῶν πυρετῶν ἀκολουθούντων ὥσπερ οὐκ ἔστιν ἀναγκαῖον ἀεὶ φλεγμαίνειν ἰσχυρῶς τῶν ἐν ὑποχονδρίοις τι κυρίων μορίων, οὕτως οὐδὲ πυρετὸν ὀξὺν ἐπιφέρειν. ἀφίημι τοιγαροῦν τὴν λέξιν τοῖς καὶ τῶν ψευδῶς εἰρημένων αἰτίας ψευδεῖς ὡς ἀληθεῖς λέγουσιν. ἐμοὶ δ', ὡς ἔφην, οὔτε συναγορεύειν τινὶ πρόκειται τῶν παλαιῶν οὔτε φιλονίκως αὐτοῖς ἀντιλέγειν, ἀλλ' ἅπερ ἀληθῶς οἶδα γιγνόμενά τε καὶ φαινόμενα κατὰ τοὺς ἀρρώστους, ταῦτα καὶ τοῖς ἀσκοῦσι τὴν ἰατρικὴν τέχνην διέρχεσθαι. Δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι κακόν. |