Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.634
Not analysed yet
Μέρος ἐστὶ καὶ τοῦτο τοῦ καθόλου λόγου, καθ' ὃν πάντα τὰ παρὰ λόγον ῥηΐζοντα πρῶτον μὲν ἄπιστά φησιν ὑπάρχειν, εἶτα καὶ κινδυνώδη πολλάκις, ὅταν καὶ αὐτὰ παρὰ λόγον ῥηΐζοντ' ᾖ τὰ κινδυνώδη συμπτώματα. εἴρηται δέ τις καὶ ἄλλος ἐν Ἀφορισμοῖς καθόλου λόγος, ἐφ' ᾧ καὶ αὐτὸ λέλεκται τὸ νῦν εἰρημένον· "ὁκόσοι γὰρ πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσεῖ". τὸ τοίνυν ἐν ὀξέσι νοσήμασι παραλόγως λυθῆναι δίψαν, ὅτι μὲν κακόν ἐστι σημεῖον, αὐτὸ τὸ παραλόγως λυθῆναι διδάσκει ἱκανῶς· ὅτι δὲ καὶ τῆς γνώμης βλάβην σημαίνει, ἐκ τούτου δῆλον, ὅτι τῆς διαθέσεως ἔτι μενούσης ἀναίσθητός ἐστιν αὐτός, καίτοι γε ὀδυνηρᾶς οὔσης διαθέσεως. τὸ δὲ παραλόγως ὁποῖόν τι δηλοῖ, πολλάκις μὲν ἐν πολλοῖς εἶπον, οὐ χεῖρον δὲ καὶ νῦν ἀναμνῆσαι· ὅταν μήθ' ἱδρῶτος γενομένου μήτ' ἐμέτου μήτε διαχωρήσεως ἀλλὰ μηδὲ ἀποστήματος κρισίμου λυθῆναι συμβῇ τὴν δίψαν, οὐ τῷ πεπαῦσθαι τὴν διάθεσιν, ἀλλὰ |