Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.667
Not analysed yet
ἱστορήσαμεν ἐνίοις τῶν ἡπατικῶν ἄδηκτα δια|χωρήματα λεπτὰ γιγνόμενα, καίτοι δακνόντων ὡς τὸ πολὺ τῶν τοιούτων διαχωρημάτων. ἔοικεν οὖν ἐπ' αὐτῶν ἢ μὴ γεννᾶσθαι χολώδεις χυμοὺς ἀρρωστίᾳ τῆς ἐν ἥπατι θερμασίας ἢ μὴ καταρρεῖν εἰς τὰ ἔντερα. ἐὰν δὲ κυρίως ἀκούσωμεν τοῦ μὴ αἰσθανομένῳ καὶ φῶμεν ἐπὶ τῶν ἀπροαιρέτως ἐκκρινομένων τὸν λόγον αὐτῷ γεγονέναι νῦν, οὐ περὶ τῶν ἀδήκτων, ἄτοπόν τι συμβήσεται. κατὰ διττὸν γὰρ τρόπον ἀπροαιρέτως ἐκκρινόντων, ἢ διὰ τὸ τὴν γνώμην νοσεῖν ἢ δι' ἀναισθησίαν τῶν μορίων, δι' ὧν ἡ ἔκκρισις γίγνεται, τὸ μὲν μὴ νοσεῖν τὴν γνώμην αὐτὸς ἐδήλωσεν εἰπὼν ἐόντι παρ' ἑωυτῷ, τοῦτ' ἔστι κατανοοῦντι καὶ σωφρονοῦντι, τὸ δ' ὑπόλοιπον οὐ πιθανὸν ὑπολαβεῖν· μάτην γὰρ ἔσται κατὰ τὸν λόγον εἰπὼν ἐπὶ τῶν διαχωρημάτων τὸ λεπτά, τῶν ἀναισθήτων μορίων ἐπὶ πᾶσι τοῖς διεξερχομένοις αὐτῶν ἀναισθήτως ἐχόντων, οὐδενός τε συμπτώματος ἄλλου γεγραμμένου κατὰ τὴν ῥῆσιν, ὃ δύναται νεύρων ἐνδείξασθαι πάθος. τὸ γὰρ οἷον τῷ ἡπατικῷ τοῖς μὲν ἄλλοις λεπτοῖς δια-