Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.673
Not analysed yet
αὐτῶν γιγνομένων, ὡς Ἐρασίστρατος ἐν τοῖς Περὶ παραλύσεως εἶπεν "αἱ μὲν γὰρ ξυνάγουσι καὶ ξυντείνουσιν, αἱ δὲ ἐκλύουσί τε καὶ χαλῶσιν τὰς διαρθρώσεις", εἰρῆσθαί φασι νῦν ὑπ' αὐτοῦ τὸ κατ' ἔκλυσίν τε καὶ χάλασιν τῶν νευρωδῶν σωμάτων εἶδος τῆς παραπληγίας. ἀλλ' ἐπί γε τῶν τοιούτων ἁπάντων παθῶν, ὅσα τοῦ νευρώδους ἐστὶ γένους, ὅταν ὑπὸ ψυχρῶν τε καὶ φλεγματικῶν γένηται χυμῶν, ὥσπερ αἵ τε ἀποπληξίαι καὶ αἱ παραπληγίαι, πυρετὸς θερμὸς ἐπιγινόμενος οὐ σμικρὸν γίνεται βοήθημα. τὰ γοῦν ἐν Ἀφορισμοῖς εἰρημένα ἐνταῦθα ἡμᾶς διδάσκει τό τε "πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ", καὶ τὸ "ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνῄσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ εἰς τὴν ὥρην ἐλθών, καθ' ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται". συνέβη τοιγαροῦν, ὡς ἡ ῥῆσις ἐνδείκνυται, τῷ τοῦ Νουμηνίου υἱῷ γενομένης ἀποπληξίας οὐκ ὀξὺν καὶ θερμόν, ἀλλὰ βληχρὸν καὶ χρόνιον ἀκολουθήσαντα πυρετὸν μηδὲν ὠφελῆσαι. |