Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.674
Not analysed yet
Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ εἰς καρδίην πυρετώδεες, φρικώδεες, ἀνεμοῦσαι ὑδατώδεα, λεπτά, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι ἐμέσασαι μέλανα τελευτῶσιν. Ἤθροισται κἀνταῦθα συμπτώματα πολλὰ μοχθηρὰ μετὰ τοῦ καὶ τὴν ἑρμηνείαν εἶναι κακόζηλον. αἱ γὰρ ἀναδρομαί, φησίν, ἐμέσασαί τε καὶ παρενεχθεῖσαι, δέον αὐτοὺς ἐμέσαντάς τε καὶ παρενεχθέντας εἰπεῖν. ἀλλὰ σύ γε καὶ τῶν συμπτωμάτων ἑκάστου τὴν δύναμιν εἰδὼς οὐ χαλεπῶς εὑρήσεις, εἰς ὅσον ὁ κάμνων ἥκει κινδύνου. τοῦτο δ' ἐπὶ τέλει τοῦ Προγνωστικοῦ παραινέσας ὁ Ἱπποκράτης ἠρκέσθη. Ὄμματος κατάκλεισις ἐν ὀξείᾳ κακόν. Ἤδη καὶ πρόσθεν ἐν ἀθροίσματι πλειόνων σημείων, ἃς ‘συνδρομὰς’