Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.699
Not analysed yet
σαν οὐδὲ ἄλλο τι τῶν τοιούτων. ἔτι δὲ μᾶλλον αἰνιγματωδῶς εἴρηται τὸ γονοειδὲς ἐπελθὸν εἴτε οὖρον εἴτε διαχώρημα. καὶ μετὰ ταῦτα διὰ τί προσέθηκεν λύγγα σημαίνει <τῷ> τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθόν, ἄπορον εὑρεῖν· ἐν γὰρ ταῖς τῶν συμπτωμάτων αἰτίαις ἡ λὺγξ ἐδείχθη γινομένη τῆς γαστρὸς ὁρμώσης ἐκκρῖναι τὰ τοῖς χιτῶσιν αὐτοῖς οἷον ἐμπεπλασμένα δυσλύτως ὑγρὰ δύναμιν ἔχοντα δακνώδη. οὐκ ἀρκεσθεὶς δὲ τῷ πλήθει τῶν συμπτωμάτων ἑξῆς προσέθηκε· κοιλίη ἔπαφρα χολώδεα προσδιέρχεται. ὃ πάλιν καὶ αὐτὸ διττῶς γράφουσιν ἔνιοι μὲν ἐπὶ τῆς πρώτης συλλαβῆς τὸ σίγμα προστιθέντες, ἔνιοι δὲ ἀφαιροῦντες. ἀλλ' εἰ μὲν προστεθείη, τὸν ἐφεξῆς χρόνον δηλώσει τῷ προειρημένῳ, εἰ δ' ἀφαιρεθείη, τὸν ἔμπροσθεν· οὐ μὴν ἴσον γε οὐδ' ὅμοιον προδιεξέρχεσθαι τὸ ἕτερον θατέρου λέγειν ἢ ἐπιδιεξέρχεσθαι. τὸ μὲν γὰρ προδιερχόμενον σημεῖον ἔσται τοῦ μέλλοντος ἐκκρίνεσθαι, τὸ δὲ ἐκκρινόμενον ὑπὸ τοῦ προδιελθόντος ἀγγελθήσεται.