Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.706
Not analysed yet
εἶναι τὴν εἰς ὕπνον κα|ταφοράν, ἐγρηγορέναι μὲν ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς οὐ δυναμένων τῶν κωματωδῶν, οὐκ ἐξ ἅπαντος δὲ κοιμωμένων, ἐπειδὰν μύσωσιν αὐτούς, ἀλλ' ἔστιν ὅτε καὶ ἀγρυπνούντων. ἔδειξα δὲ σημαίνεσθαι τοῦτο δι' ὧν εἶπεν ὁ Ἱπποκράτης ἐν ὁμολογουμένοις γνησίοις βιβλίοις, τῷ τε πρώτῳ καὶ τῷ τρίτῳ τῶν γνησίων Ἐπιδημιῶν, ἐκ τῶν συμφραζομένων ἢ φαινομένων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τῷ τοῦ κώματος ὀνόματι. μόνως γὰρ οὕτως εὑρίσκεται τὸ σημαινόμενον ὑφ' ἑκάστης φωνῆς, οὐ μὴν ἐν τούτῳ γε τῷ βιβλίῳ δυνατὸν ἐγένετό μοι μέχρι δεῦρο διὰ τῶν συμφραζομένων εὑρεῖν τὸ σημαινόμενον ἐκ τοῦ κώματος ἁπασῶν δὴ τῶν ῥήσεων αἰνιγματωδῶς ἑρμηνευομένων. ἀλλ' οὐδ' ἐν τοῖς ἐφεξῆς οἷόν τε διὰ τῶν συντεταγμένων ὀνομάτων αὐτῷ τὸ δηλούμενον εὑρεῖν, ὅθεν ὡς ἐν ἀσαφέσι πάσαις ταῖς ῥήσεσιν ἀσφαλέστερον ὑπέλαβον εἶναι τῆς φωνῆς ἀκούειν ταύτης, ὡς Ἱπποκράτης ἐχρήσατο. γίγνεσθαι δὲ καταφορὰν [ὡς] ἐν ἄλλοις τέ τισιν ὑπομνήμασι κἀν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπέδειξα, τὸ μὲν ὑπὸ |