Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.712
Not analysed yet
τεθνήξεσθαι, παραλιπὼν ὁ γράψας αὐτὰ περὶ τοῦ χρονίσαι μόνον ἐδήλωσεν. ἀλλὰ τούτῳ πάλιν ἐναντιοῦται τὸ κατὰ τὴν τελευτὴν εἰρημένον ἐπιρριγῶσαι τούτοισι οὐ πονηρόν, ὅπερ ἔνιοί φασιν ἡμαρτῆσθαι· χρῆναι γὰρ ἄνευ τῆς ἀποφάσεως πονηρόν, οὐ μετ' αὐτῆς οὐ πονηρὸν γεγράφθαι. συγχωρηθείσης δὲ τῆς ἐν ἅπασι τῶν ἀντιγράφων εὑρισκομένης γραφῆς, ἥτις ἐστὶν μετὰ τῆς ἀποφάσεως, εἰκότως φασὶν εἰρῆσθαι τὸ ῥῖγος οὐ πονηρὸν εἶναι διὰ τὸ τὴν φύσιν ἐκλελυμένην ἐπεγείρειν. ὅτι δὲ ἐκλέλυται, τήν τε ἀφωνίαν καὶ τὴν ἀκούσιον ἀπόκρισιν τῶν περιττῶν καὶ τοὺς ἱδρῶτας δηλοῦν. Χεῖρες τρομώδεες, κεφαλαλγίη, τραχήλου ὀδυνώδεες, ὑπόκωφοι, οὐρέοντες μέλανα δεδασυμένα, οἷσι ταῦτα μέλανα προσδέχεσθαι ἥξειν, ὀλέθριον. |