Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.713
Not analysed yet
Ἡ μὲν κεφαλαλγία τούτοις τὴν κεφαλὴν ἐνδείκνυται πάσχειν, ὥσπερ γε καὶ ἡ τῆς ἀκουστικῆς αἰσθήσεως βλάβη τὸν ἐγκέφαλον αὐτόν, ὥστε καὶ τὴν ὀδύνην τοῦ τραχήλου καὶ τὰς τρομώδεις χεῖρας τὴν τῶν νεύρων ἀρχὴν πεπονθυῖαν βεβλάφθαι. τὸ δ' οὖρα μέλανα πολλάκις εἴρηται τῆς ἑτέρας ἀρχῆς εἶναι πάθος καὶ γίνεσθαι τοῦτο διὰ τὴν σφοδροτάτην θερμότητα. τὰ δ' οὖρα τὰ δεδασυμένα τῶν εἰς ἀσάφειάν εἰσιν ἐπιτετηδευμένων, ὥσπερ καὶ ἄλλα πολλὰ κατὰ τοῦτο τὸ βιβλίον, ἵνα κἀνταῦθα φλυαρεῖν ἔχωσιν, οἷς φίλον τοῦτο. κατὰ γοῦν τὸ Προγνωστικὸν ἁπάσας τῶν οὔρων τὰς διαφοράς, αἳ γίνονται τοῖς ὀξέως νοσοῦσιν διερχόμενος, οὐκ ἐμνημόνευσε δασέων οὔρων, ὥσπερ οὐδ' ἐν τοῖς τῶν Ἐπιδημιῶν ἢ κατὰ τοὺς Ἀφορισμούς. ἀλλ' οἵ γε τὰ τοιαῦτα μὲν ἀποφαίνεσθαι τολμηροί, περὶ ὧν οὔτε γνῶσιν ἀκριβῆ λαβεῖν ἔστιν οὔτ' εἰ λάβοιμεν ἔχειν τι πλέον ὧν ἐπιστάμεθα, τὰ δ' ὄντως χρήσιμα μὴ γινώσκοντες, ἀνώμαλον ἔχειν φασὶ τὴν ἐπιφάνειαν τὰ δασέα τῶν οὔρων ἐξοχαῖς βραχείαις τε καὶ λευκαῖς οἷόν περ θριξὶ τετραχυσμένα. |