Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.719
Not analysed yet
ἐν τῇ κεφαλῇ νοσώδη διάθεσιν εἶναι σημαίνει. ὁ δ' ὡς σύμπτωμα καὶ μὴ κριτικὸς ἱδρὼς ἤτοι πλῆθος ἢ ἀρρωστίαν ἐνδείκνυται τῆς ἑλκτικῆς τε καὶ καθεκτικῆς ὀνομαζομένης δυνάμεως. ἐμφυσηθεῖσα δ' ἡ γαστὴρ αὐτὸ δὴ τοῦτο πεπονθέναι τὸ μόριον δηλοῖ, τὴν γαστέρα. τὸ δὲ πρὸς ἀνάγκην ὑγρὰ χαλᾶν, ὑποπεριπλυθεῖσαν δὲ τοῦτο ποιεῖν, τὸ ἧπαρ ἐνδείκνυται πεπονθέναι. ἐξίστασθαι δέ, ὅπερ ἔστιν παρακόπτειν σφοδρῶς, τούτους φησί, καίτοι μηδενὸς σημείου γενομένου τῆς ἐκστάσεως. τὸ γὰρ κωματῶδες εἴρηται μόνον ἐγκεφάλου πάθος ἐναντίον ὑπάρχον ἐκστάσει, πλὴν εἰ τὸ τραχήλου τις ἄλγημά φησι τῆς ἐκστάσεως εἶναι σημεῖον, ὃ μηδὲ τὴν ἁπλῆν παραφροσύνην σημαίνειν δύναται μόνην, ἄνευ γε τοῦ καὶ ἄλλα προσελθεῖν αὐτῷ σημεῖα, οἷον ἀγρυπνίαν, κεφαλαλγίαν, ὄμμα θρασύ, θρασεῖαν ἀπόκρισιν, ὕπνους ταραχώδεις ἤ τι κατὰ τὰς αἰσθήσεις ἢ προαιρετικὰς κινήσεις βεβλαμμένον. εἰκότως οὖν ἀντὶ τοῦ ἐξίστανται ἔνιοι ἐφίστανται <γράφουσιν> ἐπὶ τῶν διαχωρημάτων εἰρῆσθαι φάσκοντες αὐτὰ καὶ συνῆφθαι μᾶλλον ἐκείνοις, ὡς εἶναι τὸ |