Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.720
Not analysed yet
συνεχὲς τῆς λέξεως τοιόνδε· κοιλίη φυσηθεῖσα· εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα, ἐκ τουτέων ἄχολα ἐφίστανται. τούτοις οὖν ἐφεξῆς εἰπὼν τὰ τοιαῦτα διασῳζόμενα μακροτέρως διανοσέει τελευταῖον ἔγραψεν· ἆρά γε ἄχολοι περιπλύσεις εὐηθέστεραι καὶ τὸ φυσῶδες ὄγκῳ προσωφελέει; ὡς εἰ καὶ οὕτως εἶπε ‘καὶ φυσῶδες ὄγκωμα προσωφελοῦσι’, τοῦτο δ' αὐτὸ πάλιν ἴσον δύναται τῷ τοὺς φυσώδεις ὄγκους ὠφελεῖν. εἰ δὲ ἀλλόκοτός σοι ἡ σύνταξις εἶναι δοκεῖ, χρὴ συγγινώσκειν τοῖς οὕτως ἐξηγουμένοις· πάμπολλα γὰρ ἐν τῷ βιβλίῳ τούτῳ τοιαῦτα φαίνεται ἀσυνήθεσι τῶν ὀνομάτων ἑρμηνευόμενα. εἰκότως δὲ φαίνεται ζητῶν, εἰ ἄχολοι περιπλύσεις τοὺς τοιούτους ὄγκους ὠφελέουσι, τεκμαιρόμενος τοὺς φυσώδεις οὐχ ὑπὸ χολῆς, ἀλλ' ὑπὸ ψυχρῶν, ὑγρῶν, ὑδατωδῶν κατὰ τὴν σύστασιν ἅμα πνεύματι φυσώδει γίγνεσθαι. κατ' αὐτὴν μὲν οὖν τὴν ἐξήγησιν ὁμολογεῖν ἀλλήλοις φαίνεται ταῦτα καὶ καλῶς ὑπό τινων γέγραπται τὸ ‘συνίσταται’ ἢ ‘ἐφίσταται’ κατὰ τῶν διαχωρημάτων, καὶ μᾶλλόν γε αὐτὸ τὸ ἐφίσταται· διότι γάρ ἐστιν |