Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.721
Not analysed yet
ἄχολα, διὰ τοῦτο ἐφίσταται καὶ πρὸς ἀνάγκην μόγις χαλᾶται, τουτέστι μετὰ τοῦ πραγματεύσασθαί τι τὸν ἰατρόν. ἐκ περιττοῦ δὲ πάλιν φαίνεται τὸ κατὰ τὴν ἀρχὴν ἐπὶ τραχήλου ἀλγήματι κωματώδει συνῆφθαι κατὰ μηδὲν συνημμένον τοῖς περὶ τὴν κοιλίαν συμπτώμασιν. ἔοικεν οὖν, ὥσπερ ἄλλας πολλὰς συνδρομὰς ἐφαίνετο τεθεαμένος ἐφ' ἑνὸς ἢ δυοῖν ἐπὶ τὸ γράφειν ἀφῖχθαι, καὶ νῦν οὕτω πεποιηκέναι χωρὶς τοῦ προσγράψαι τὸν ἄρρωστον ὀνομαστί, καθάπερ ἐπ' ἄλλων ἐποίησε. καὶ εἴπερ τοῦθ' οὕτως ἔχει, δυνατόν ἐστιν ἐν ἀρχῇ μὲν τῆς νόσου πλῆθός τι χυμῶν ψυχρῶν μὲν τῇ κράσει, λεπτῶν δὲ τῇ συστάσει, τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἐνοχλῆσαι μόρια, μεταρρυὲν δὲ ἐπὶ τὰ κατὰ τὴν γαστέρα τόν τε φυσώδη κατ' αὐτὴν ὄγκον ἐργάσασθαι καὶ τὰ διαχωρήματα λεπτὰ καὶ ὑδατώδη ποιῆσαι καὶ διὰ τοῦτο μένοντα κατὰ τὴν γαστέρα καὶ μὴ διεξερχόμενα καθάπερ τὰ χολώδη καὶ δάκνοντα. διαφέρει δὲ οὐ σμικρὸν ἢ τὰ συμβάντα τινὶ διηγουμένου τοῦ τὸ βιβλίον |