Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.761
Not analysed yet
καὶ δυσμασήτοις |ἐναντίως διακείμενα. μάλιστα δὲ γίνεται τοιαῦτα τὰ καλούμενα πρὸς τῶν πολλῶν ‘σαχνά’ μίαν ἡμέραν ἢ δύο τιθέμενα μετὰ τὸ σφαγῆναι τὸ ζῷον, ‘ἕωλα’ δὲ εἰώθασιν καλεῖν αὐτὰ οἱ Ἕλληνες, ‘ἑωλίζειν’ τε τὸ οὕτως προσήπειν· ὅθεν καὶ "σιτίον νέοις ἀκροσαπές" εἴρηται τὸ ἐπὶ βραχὺ προεωλισμένον· εὔδηλον γὰρ ἐκ τοῦ μετ' αὐτὸ ῥηθέντος ὧδε· "γέρουσι δὲ ἐς τέλος μεταβεβληκός." ἐγὼ μὲν οὖν ἐδήλωσα, τίνα λέγουσιν οἱ ἄνθρωποι ψαθυρὰ ἐπ' ἐδεσμάτων, οὐ διαχωρημάτων ποιούμενοι τὸν λόγον. ὁ δὲ τοῦ βιβλίου συγγραφεὺς αὐτὸς ἦν δίκαιος εἰπεῖν ἡμῖν, τίνα λέγει διαχωρήματα ὑποψάθυρα. δῆλον γὰρ ὅτι †τὰ μετρίως ψαθυρὰ πάντως γὰρ ἦν ἐκείνου χρεία ἡμῖν δηλῶσαι, τίνα λέγει τὰ ὑποψάθυρα. τῶν προφητῶν δ' αὐτῶν διενεχθέντων ἀλλήλοις ἔτι μείζων ἡμῖν ἀπορία γίνεται τοῖς μὴ προφήταις. ὁ μὲν γάρ τις τὰ ὑγρά φησιν ἁπλῶς εἰρῆσθαι νῦν, ὁ δὲ τὰ ὑδατωδῶς ὑγρὰ πάχος καὶ σύστασιν οὐδεμίαν ἔχοντα. τινὲς δὲ |