Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.762
Not analysed yet
τὰ οἷον ἀλιπῆ, τινὲς δὲ τὰ οἷον γλίσχρα, τινὲς δὲ οὐκ οἶδ' ὅ τι δόξαν αὐτοῖς τὰ μὴ μιγνύμενά φασιν ἑτέροις ὑγροῖς, ὥσπερ τοὔλαιον, ἄλλοι δὲ τὰ ἐν ὑγρῷ διαχωρήματι χολώδη καὶ ἄπεπτα συστρέμματα, τινὲς δὲ τὰ εὐδιάλυτα, καθάπερ εἰ καὶ ψάμμον ὕδατι δεύσας, εἶτα σφίγξας τοῖς δακτύλοις καταθλῴης, διαλυθεῖσαν <ἂν> εἴποις. καὶ δοκοῦσιν οὗτοι πιθανώτεροι τῶν ἄλλων εἶναι. τὰ δ' αὐτὰ λέγουσιν αὐτοῖς δυνάμει καὶ οἱ τὰ μὴ γλίσχρα φάντες, ἅπερ εἴποι τις <ἂν> ἐν μιᾷ συνθέτῳ φωνῇ οἷον ἄγλισχρα. εἰ γὰρ ἀπὸ τῶν ψαθυρῶν ἐδεσμάτων ἐπὶ διαχωρήματα μεταφέρειν χρὴ τὴν ὁμοιότητα, πιθανώτερον ἂν εἴη λέγειν ψαθυρὰ τὰ εὐδιάλυτα καὶ μηδεμίαν ἕνωσιν ἔχοντα δύσλυτον. ἀλλὰ τά γε τοιαῦτα διαχωρήματα γένοιτ' ἂν καὶ ἀπ' ἐδεσμάτων ψαθυρὰν καὶ εὐδιάλυτον ἐχόντων τὴν οὐσίαν. εἶδον οὖν ἐν ἀγρῷ παιδία κηπουροῦ σίτων μὲν ἀποροῦντα, ἀπίων δ' εὐποροῦντα ἐκ τῆς ἐκείνων ἐδωδῆς τοιαῦτα διαχωροῦντα· καὶ οἱ τὴν κέγχρον καὶ τὸν ἔλυμον ἐσθίοντες ἢ τοὺς κριθίνους ἄρτους ὅμοια τούτοις ἀποπατοῦσιν. εἰ δ' ἄρτους