Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.763
Not analysed yet
τις ἐκ |πυρῶν ἐσθίων τοιαῦτα διαχωρήσειεν, ὑπονοήσειν χρὴ λεπτὴν καὶ διαλυτικὴν ὑγρότητα μεμῖχθαι τοῖς ἀποπατήμασιν αὐτοῦ κωλύουσαν ἀλλήλοις ἑνοῦσθαι. Διοσκορίδης δὲ ὥσπερ ἄλλα προχείρως ἐν τοῖς ἀσαφέσι βιβλίοις ὑπήλλαξεν, οὕτω καὶ τὰ ὑποψάθυρα μεταγράψας ἐποίησεν ὑποψέφαρα καί φησιν αὐτὸς οὕτως ὠνομάσθαι τὰ ὑπομελανίζοντα· τὸ γὰρ σκότος ψέφας εἰρῆσθαι καὶ παρὰ Πινδάρῳ. μετὰ δὲ τὴν τῶν ψαθυρῶν μαντείαν ἢ εἰκασίαν ἢ προπέτειαν (ὅ τι γὰρ ἄν τις ἐν τοῖς τοιούτοις ὡς βεβαίως ἐγνωκὼς ἀποφαίνηται, προπετές ἐστιν) ἐπὶ τὰς ἑξῆς ἴωμεν λέξεις, ἐν αἷς ἐστιν πρώτη περιψύχοντα οὐκ ἀπύρως, ὅπερ οὖν καὶ αὐτὸ βεβαίως γνῶναι, τί βούλεται, προπετοῦς ἐστιν ἀνθρώπου· στοχαζόμενοι δέ, ὥσπερ ἐπὶ πολλῶν ἄλλων ἐποιήσαμεν ἐν τῷδε τῷ βιβλίῳ, καὶ περὶ τούτου φήσομεν εἰρῆσθαι περιψύχοντα μὴ ἀπύρως τὰ κατὰ τὴν μὲν ἐκτὸς ἐπιφάνειαν περιψύχοντα, διὰ βάθους δὲ τοῦ σώματος αἴσθησιν ἔχοντα πυρώδους θερμασίας. ταῦτ' οὖν φησιν εἶναι φαῦλα. τίς δ' οὐκ οἶδεν ὅτι περιψυχόμενος μέν τις |