Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.764
Not analysed yet
τὸ δέρμα, πυρώσεως δ' αἰσθανόμενος ἐν τῷ βάθει φαύλως ἔχει καὶ χωρὶς τοῦ ζητεῖν ἡμᾶς, εἰ διεχώρησεν ὑποψάθυρα. τοῖς γὰρ ἐν τῷ Προγνωστικῷ γεγραμμένοις ἀρκούμενοι πρὸς διάγνωσιν ἀγαθῶν τε καὶ κακῶν διαχωρημάτων οὐ σφαλησόμεθα. τούτοις δ' ἐφεξῆς γέγραπται κατὰ τὴν προκειμένην ῥῆσιν ὧδε· τὰ ἐπὶ τούτοις ῥίγεα κύστιν καὶ κοιλίην ἐπιλαμβάνοντα ὀδυνώδεα. ζητεῖν οὖν πάλιν ἐνταῦθα ἡμᾶς ὁ συγγραφεὺς βούλεται, τί σημαίνει τὸ ἐπιλαμβάνοντα. διὰ μὲν γὰρ τῶν ἔμπροσθεν ἀπολήψεις τὰς ἐπισχέσεις ὠνόμασε, νυνὶ δὲ τὸ ἐπιλαμβάνοντα γράψας ἐνίοις μὲν ἐπὶ ταὐτὸ φέρειν δοκεῖ τοὔνομα ταῖς ἀπολήψεσιν, ἐνίοις δὲ τὸ οἷον ἐπὶ πλέον ἐκτεινόμενα δηλοῦν. τὸ δέ γε ὀδυνώδεα προσκείμενον ἱκανὸν ἐνδείξασθαι κάκωσίν τινα δηλοῦσθαι διὰ τῆς ἐπιλαμβάνοντα φωνῆς. ἐπὶ μὲν οὖν τῶν ἄλλων συγγραμμάτων τὰ πλεῖστα τῶν ἀπορουμένων ἐκ τῶν ἐπιφερομένων γινώσκεται, κατὰ δὲ τὸ βιβλίον τοῦτο μεῖζον ἀεὶ τοῦ πρόσθεν |