Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.765
Not analysed yet
ἐπιφέρεται ζήτημα, καθάπερ καὶ νῦν εἰπόντος αὐτοῦ· ἆρα τὸ κωματῶδες; ἤτοι γὰρ τοιοῦτόν ἐστιν ὅ φησιν ἐν τούτοις, τοῖς εἰρημένοις ἢ ἅπασιν ἢ καὶ τοῖς <γ'> ὑστέροις (καὶ γὰρ καὶ τοῦτ' ἄδηλον) τὸ κωματῶδες πάθημα συνυπάρχον τι ἔχειν καὶ σπασμῶδες, †ὡς ἐν ᾧ μὲν αὐτὸ καὶ συνυπῆρξεν, ὅτι τοῖς εἰρημένοις ἕπεται, τὸ κωματῶδες. ἀλλ' οὐδέτερον τούτων οὔτ' ἀναγκαῖόν ἐστιν οὔθ' ὡς ἐπὶ πολύ. καὶ μέντοι καὶ αὐτὸς ὁμολογεῖ· προσέθηκε γὰρ τὸν ἀπορητικὸν ἆρα σύνδεσμον, εἶτ' ἐπιπεφώνηκεν αὐτῷ τὸ οὐκ ἂν θαυμάσαιμι. γέγραπται γὰρ οὕτως ἐν τοῖς πλείστοις καὶ ἀξιοπίστοις ἀντιγράφοις, ὥσπερ οὖν καὶ κατ' ἄλλα τινὰ μηδ' ὅλως γεγραμμένον εὑρίσκεται. Τὰ ἐν ὀξέσι ἐμετωδέως ἑλκόμενα φλαῦρα καὶ αἱ λευκαὶ διαχωρήσιες δύσκολοι. ἄγλισχρα ἐκ τούτων διεξελθόντα ἐξίστανται καύματι πολλῷ, ἆρά γε ἐκ τοιούτων κωματώδεες |