Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.766
Not analysed yet
νωθροὶ ἀπογίνονται; τὰ ἐκ τοιούτων μακροτέρως ἐπινοσέει. ἆρα περὶ κρίσιν οὗτοι βηχώδεες δύσπνοοι; Τὰ ἐν ὀξέσι, φησίν, ἐμετωδῶς ἑλκόμενα φλαῦρα. τοιοῦτον δέ τι καὶ πρόσθεν ἐγέγραπτο καὶ ἡμεῖς ἐπὶ τῶν ὁμοίων ὅμοια λέγειν ἀναγκαζόμεθα. προσθήσω δὲ νῦν κἀκεῖνο πρότερον οὐκ εἰρημένον, ἡνίκα ἔφασκον <περὶ τούτων>, ἀποτρίψασθαι τὰ λυποῦντα τῆς γαστρὸς ὁρμώσης γίγνεσθαι τὴν ναυτίαν. τινὲς δὲ καὶ διὰ φλεγμονὴν αὐτῆς εἰρήκασι ναυτιώδη γίγνεσθαι διάθεσιν, ὅπερ ἐμπεριέχεται τῷ πρόσθεν εἰρημένῳ λόγῳ τῷ καθόλου. φλεγμονὴ γὰρ εἰ κατὰ τὸν ἑαυτῆς λόγον ἐποίει ναυτίαν, οὐκ ἂν εὑρίσκετό ποτε φλεγμαίνουσα χωρὶς ναυτίας. συμπίπτει δὲ αὐτῇ τὸ σύμπτωμα τοῦτο φλεγμαινούσῃ ποτὲ κατὰ διττὸν τρόπον, ἕνα μὲν ὅταν ἀπορρέοντές τινες ἰχῶρες ἐκ τῶν φλεγμαινόντων μορίων εἰς τὴν ἐντὸς εὐρυχωρίαν ἀθροιζόμενοί τε κατ' αὐτὸ τὸ χωρίον ἀνιῶσιν αὐτῆς τὸ στόμα, καθ' ἕτερον δ', ὅταν ἐπίμικτος ἡ διάθεσις |