Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.798
Not analysed yet
περιψύξιες τῶν νεανικῶν αἱμορραγιῶν |κράτισται’ πρὸς τῷ καὶ μάτην προσκεῖσθαι τὸ κρισίμοις. ἐν ᾗ γὰρ <ἂν> ἡμέρᾳ νεανικαῖς αἱμορραγίαις περιψύξιες ἐπιγένωνται, τὰς αἱμορραγίας ἱστῶσιν. Οἱ καρηβαρικοί, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι αἱμορραγικοί, ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ. Αἱμορραγοῦσι μὲν καὶ κατὰ τὰς τοιαύτας συνδρομάς, οὐ μὴν πολλοί γε. Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμορραγικά, ἄλλως τε καὶ ἢν μή τι προερρυήκῃ· ἆρά γε φρίξαντα <κάτοχα, κεφαλαλγικά>; Καὶ ταύτῃ τῇ συνδρομῇ τὸν αὐτὸν προσθήσω λόγον, ὡς ἔνιοι καὶ τούτων αἱμορραγοῦσιν κατὰ τὰ κεφαλαλγικά. |