Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.799
Not analysed yet
Τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμορραγικά. Ὄντως ταῦτα συνελθόντα πολλάκις αἱμορραγίας ἤνεγκε, τὰ δ' ἄλλα τὰ πρόσθεν ὀλιγάκις. ἐν αὐτοῖς δὲ μεγίστην δύναμιν ἔχει τὰ ἐξέρυθρα ὄμματα. Οἷσι κοιλίης ἐπιστάσης αἱμορραγέει καὶ ἐπιρριγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος ἢ ἀσκαρίδες ἢ ἀμφότερον; Τῷ αἱμορραγέει ἐμφαίνεται πολλάκις οὐχ ἅπαξ αἷμα ῥυῆναι ἐκ τῆς ῥινὸς ἀξιοῦν ἀκούειν. ἑωρακέναι δέ μοι δοκεῖ τινα, ὃς ἐπισχεθείσης τῆς γαστρὸς ᾑμορράγει, εἶτ' ἐπερρίγου καὶ μετὰ ταῦτα ἐγίνετο λειεντεριώδης. τὸ δὲ καὶ ἐπίσκληρον ἅμα τῇ λειεντερίᾳ γενέσθαι