Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.811
Not analysed yet
εἰ δ' ἐξ ἀμφοτέρων, οὐδὲν κωλύει διαιρεῖν ἀμφοτέρας. οὐ γὰρ |ὑπὲρ τοῦ κενῶσαι δι' αὐτῶν, ἀλλ' ἀντισπάσεως ἕνεκα τὴν τομὴν ποιούμεθα. Αἱ πυκναὶ κατὰ μικρὸν ἀναστάσιες ὑπόξανθοι γλίσχραι, ἔχουσαι μικρὰ κοπρώδεα μεθ' ὑποχονδρίου ἀλγήματος καὶ πλευροῦ ἰκτεριώδεες. ἆρα δὲ ἐπιστάντων αὐτῶν οὗτοι ἐκλύονται ἅμα τε καὶ αἱμορραγέει; τούτοις τάσις ὀσφύος, ἀλγήματα ἐν τούτοισιν αἱμορραγικά. Συνεφόρησε πάλιν ἐνταῦθα συμπτωμάτων πλῆθος οὐχ ὁμογενῶν, ὑπὲρ ὧν <ὡς> ἑωρακὼς οὐδ' αὐτὸς διατείνεται· ἑκάστου <δὲ> τὴν δύναμιν ἔμαθες ἐν οἷς ὀλίγον ἔμπροσθεν εἶπον Ἱπποκρατείοις μὲν συγγράμμασιν, ἡμετέροις δ' ὑπομνήμασιν. |