Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.812
Not analysed yet
Ὑποχονδρίου ἔντασις μετὰ καρηβαρίης καὶ κωφώσιος καὶ τὰ πρὸς αὐγὰς ὀχλεῦντα αἱμορραγικά [ἢ τὰ πρὸς αὐτὰς ὀχλοῦντα]. Βούλεται δηλοῦν ἅπερ Ἱπποκράτης "σκοτώδεα περὶ τὰς ὄψεις" εἴρηκεν, ὄντα ἐν τῇ εἰρημένῃ συνδρομῇ τῶν συμπτωμάτων αἱμορραγικῇ, καθὼς διὰ τῶν ἡμετέρων ὑπομνημάτων ἔμαθες. ἀναγινώσκειν γὰρ ἄρτι πάλιν, ὧν πολλάκις ἐμνημονεύσαμεν, εἰς μῆκος λόγου ἐκτείνειν ἐστὶν τὰ ὑπομνήματα. Ἑνδεκαταίοισι στάξιες δύσκολοι, ἄλλως τε καὶ ἢν δὶς ἐπιστάξῃ. Τὸ μὲν δὶς ἐπιστάξῃ περιττόν· εἰ γὰρ καὶ τρὶς <καὶ> τετράκις καὶ πεντάκις, ὁμοίως ἄτοπον. ἁπασῶν δ' οὐσῶν τῶν ἀπὸ ῥινὸς στάξεων χαλεπῶν, ὅταν παχεῖαι καὶ μέλαιναι <αἱ> ἀποστάξεις, ταύτας |