Ancient Greek · ~13 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.2.1
Not analysed yet
Τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλά- χιστα. εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡς ἀκρητέστα- τον· τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα. λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι ταύτην τὴν ὥρην. οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα θερμόν τε εἴη καὶ ξηρόν. Τὸ κεφάλαιον εἰπὼν τῆς ὅλης διαίτης ὀρθῶς ἐποίησε προσγράψας ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, διὰ τί τῶν εἰρη- μένων ἕκαστον αἱρεῖται. θερμαίνειν μὲν γὰρ ἀξιοῖ τὸ σῶμα καὶ ξηραίνειν διὰ τὴν ἀμετρίαν τῆς κατὰ τὴν ὥραν κρά- σεως. ὡς εἴ γε ἦν σύμμετρον, ὡς κατὰ τὸ ἔαρ ἐστὶ, σύμ- μετρον ἂν ἐκέλευσε καὶ τὴν δίαιταν ποιεῖσθαι. φυλάττειν μὲν γὰρ προσήκει τὰ συμμέτρως διακείμενα, μετα- βάλλειν δὲ τὰ ἀμέτρως. μεταβολὴ δὲ οὐκ ἄλλως ἂν ἢ ἐκ τῶν ἐναντίων ἀμετρίων γίνοιτο. τὸ μὲν γὰρ ἀμετρό- τερον, ἢ τεθερμασμένον, ἢ θερμαινόμενον σῶμα ψύχειν προσήκει, τὸ δὲ ἐψυγμένον, ἢ ψυχόμενον θερμαίνειν. ὡσαύ- τως δὲ κᾀπὶ καὶ κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀμετρίας διὰ τῆς τῶν ἐναντίων προσφορᾶς τὰς νοσαζούσας ὑπερβολὰς καθαιρεῖν χρὴ, τὴν ἐναντίαν ἀμετρίαν προσφέροντας, το- σοῦτον ἀπέχουσαν τοῦ μέσου τε καὶ συμμέτρου, ὅσον ἀφέ- στηκεν ἡ νοσάζουσα. κατὰ τοῦτο γοῦν ἐν τῷ χειμῶνι ψυ- χρῷ καὶ ὑγρῷ τὴν κρᾶσιν ὄντι συμφέρει ἐσθίειν μὲν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα. πλεῖστα δ᾿ ἀκουστέον οὐχ ὡς πρὸς τὴν δύναμιν, ἀλλ᾿ ὡς πρὸς τὰς ἄλλας ὥρας. ὡσαύ-τως δὲ καὶ πίνειν ὡς ἐλάχιστα πρὸς τὰς ἄλλας ὥρας ἀνα- φέροντα τὴν παραβολήν. ὁμοίως δὲ εἴρηται καὶ τὸ τὸν οἶνον ἀκρατέστατον εἶναι δεῖν ὡς πρὸς τὴν ἐν ταῖς ἄλλαις ὥραις κρᾶσιν αὐτοῦ. τῷ μέντοι πρὸς τὴν δύναμιν μέτρῳ καὶ τῷ πρὸς τὴν ἐνεστῶσαν ὠφέλειαν προσέχων τὸν νοῦν ἀεὶ τὸ σύμμετρον οἴνου τε καὶ σιτίου δώσεις, ὥσπερ γε καὶ ὕπνου καὶ γυμνασίων καὶ πάντων ἁπλῶς τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν ἐπιτηδευμάτων. ὅτι δ᾿ οἶνος ὁ ἀκρατέστε- ρος καὶ ὅτι τὰ ὀπτὰ κρέα θερμαίνει καὶ ξηραίνει, παρα- βαλλόμενα μάζῃ τε καὶ λαχάνοις, οὐδεὶς ἀγνοεῖ. παραπλη- σίως δὲ καὶ ὁ ἄρτος, εἰ παραβάλλοιτο μάζῃ, θερμαίνειν τε καὶ ξηραίνειν λεχθήσεται. ταῦτα οὖν ὡς παραδείγματα νο- μιστέον εἰρῆσθαι τἀνδρὶ. σὺ δὲ καὶ τῶν ὀσπρίων ἐπιλέξῃ τὰ θερμαίνοντα καὶ ξηραίνοντα, καθάπερ τὴν φακήν. ἀλλὰ καὶ τῶν λαχάνων, ὅσα ταύτην ἔχει τὴν δύναμιν, ὥσπερ ἡ κράμβη. καὶ τῶν κρεῶν ὡσαύτως, οἷα τὰ τῶν ἀγρίων ζώων ἐστὶ καὶ τὰ ταριχευθέντα. ταῦτα δὲ λέλεκται κᾀμοὶ πάντα παραδείγματος ἕνεκεν. ἡ δὲ σύμπασα κατὰ μέρος ὕλη τῶν τροφῶν ἐν τρισὶν ὑπομνήμασι σύγκειται, τήνδε ἐπιγραφὴν ἔχουσα, περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ὥσπερ οὖν ταῦτα καλῶς εἴρηται περὶ τῆς κατὰ τὰς ποιό- τητας αἱρέσεως τε καὶ φυγῆς σιτίων, οὕτω καὶ τὰ περὶ τῆς τῶν σιτίων ποσότητος. ἐσθίειν γὰρ ὡς πρὸς τὰς ἄλλας ὥρας πλεῖστα συγχωρητέον ἐν χειμῶνι, μεμαθηκότας ἐν ἀφορισμοῖς ὀρθῶς εἰρῆσθαι. θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. εἰ δὲ καὶ διὰ τί γίνεται ταῦτα μαθεῖν ἐθέλοι τις, ἐδίδαξε καὶ τοῦτο κατὰ τοὺς ἀφορισμοὺς εἰπών. αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερ- μόταται φύσει, διότι τὸ περιέχον ψυχρὸν ὂν, ἐναποστέγει στεγανοῦν καὶ κατακλείει τὸ ἔμφυτον θερμὸν ἐν τῷ βάθει τοῦ σώματος. ἐν δὲ τῷ θέρει διαφορεῖται μὲν τοῦτο διὰ τῆς διαπνοῆς. διὰ τῆς ἀναπνοῆς δὲ ἕλκεται τὸ περιέχον θερμόν. ὀνομάζω δὲ ἀναπνοὴν μὲν τὴν διὰ τοῦ στόματος ἔξω τε καὶ εἴσω φορὰν τοῦ πνεύματος, διαπνοὴν δὲ τὴν δι᾿ ὅλου τοῦ σώματος ὁμοίως γιγνομένην.