Ancient Greek · ~5 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.3
Not analysed yet
Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τό τε πόμα χρὴ πλέον πί- νειν οἶνον καὶ ὑδαρέστερον καὶ κατ᾿ ὀλίγον καὶ τοῖσι σι- τίοισι μαλθακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι· καὶ τὸν ἄρτον ἀφαιρέοντα μᾶζαν προστιθέναι· καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἀφαιρέειν, ἔκ τε τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ἕως ἐς τὴν θερίην καταστήσεται ὁ ἄνθρωπος. τοῖσί τε σιτίοισι πᾶσι μαλακωτέροισι χρεόμενος καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ὠμοῖσι καὶ ἑφθοῖσι, ὡσαύτως καὶ τοῖσι πόμασιν ὡς ὑδαρεστάτοισι καὶ πλεί- στοισι, καὶ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μι- κρὸν, μὴ ἐξαπίνης χρεομένῳ. Πλεῖον εἶπε καὶ ὑδαρέστερον, οὐ πλεῖστον οὐδὲ ὑδαρέ- στατον ἐν τῷ ἦρι τὸ πόμα προσφέρεσθαι. τὸ γὰρ πλεῖ- στον καὶ ὑδαρέστατον ἐν τῷ θέρει κελεύει πίνειν, ὡς ἐναν- τίαν ἔχοντι τὴν κρᾶσιν ἧς ὁ χειμὼν ἔχει. τὸ δὲ ἔαρ, ὥσπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει τὴν κρᾶσιν, οὕτω καὶ τῆς διαίτης μέσης δεῖται, ψυχροτέρας μὲν καὶ ὑγροτέρας, ὡς πρὸς τὸν χειμῶνα, θερμοτέρας δὲ καὶ ξηροτέρας, ὡς πρὸς τὸ θέρος. ἐκ τούτων οὖν δῆλόν ἐστιν ὅπως ἀκούειν χρὴ τῆς κατὰ τὸ θέρος καὶ φθινόπωρον εἰρημένης ὑπ᾿ αὐ- τοῦ διαίτης· ὥστ᾿ ἐμοὶ μὲν ὑπερβαίνειν αὐτὸ προσήκει, τοῖς δ᾿ ἀναγινώσκουσι πολλάκις ἐπιμελῶς τε προσέχουσι τὸν νοῦν εἴρηται πάντα σαφῶς, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι περὶ τὰς ἄχρι δεῦρο λελεγμένας.