Ancient Greek
Fragment 11
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 11
Not analysed yet
78b5s. Ὧν θάτερον αὖ πάλιν διέπλεξε δίκρουν. Ὧν ἐγκυρτίων φησὶ τὸ ἕτερον διέπλεξε δίκρουν· ὀνομάζεται δὲ συνήθως μὲν ἄλλοις ξύλον δίκρουν τὸ δύο κεραίας ἔχον, ὁ Πλάτων δὲ νῦν μετήνεγκε τὴν προσηγορίαν ἐπὶ <τὸ> θατέρου τῶν ἐγκυρτίων στόμιον, ὅπως νοήσωμεν αὐτὸ διττόν. καὶ κατὰ τοῦτο τὴν [δὲ] ἀσάφειαν ἐνειργάσατο, παρενθεὶς οὐκ ἀναγκαίως ἐν τῷδε <τῷ> τοῦ λόγου μέρει· σαφέστερον γὰρ <ἂν> ἡρμηνεύετο λεγόντων ἡμῶν, ὥσπερ δύο τὰ ἐγκύρτια τῷ λόγῳ διέγραψεν, οὕτως καὶ τὸ στόμιον <διττὸν> εἶναι <τὸ> τελευτῶν εἰς τὸ ἄνω πέρας τοῦ μεγάλου κύρτου. βούλεται γὰρ ἡμᾶς νοῆσαι τῇ μὲν ἐκτὸς περιγραφῇ τοῦ μεγάλου κύρτου τὸ ἔξωθεν ἅπαν<τι> τῷ σώματι περικείμενον ἐοικέναι δέρμα, περιεχομένας δ' ἐν αὐτῷ καθάπερ ἐγκύρτια κενὰ δηλονότι τὰς ἔνδον αὐτοῦ ἐχομένας χώρας, τήν τε κατὰ τὴν γαστέρα καὶ τὴν κατὰ τὸν θώρακα· δύο γὰρ ἐκ τούτων ἀνήκουσιν οἷον αὐλοὶ πρὸς τὴν τοῦ στόματος εὐρυχωρίαν. νόει δέ μοι καὶ κατὰ τὸ παρὸν ἕνεκα σαφηνείας τοῦ λεγομένου μηδόλως ἐν τῷ στόματι περιεχομένην τὴν γλῶτταν· ἔσονται γὰρ οὕτως οἱ εἰς τὴν ἐντὸς εὐρυχωρίαν τοῦ στόματος ἥκοντες αὐλοί, στόμαχος μὲν ἐκ τῆς κοιλίας, ἀρτηρία δὲ ἡ τραχεῖα καλουμένη διήκουσα πρὸς τὸν πνεύμονα κείμενον ἐν τῇ κοιλότητι κατ' ἴσον τῷ ἑτέρῳ τῶν ἐγκυρτίων. κατὰ μὲν οὖν τοῦτο τὸ στόμιον ἡ ἀναπνοὴ γίνεται εἰσιόντος τε καὶ ἐξιόντος τοῦ πνεύματος, κατὰ δὲ θάτερον ἡ τῶν ἐσθιομένων καὶ πινομένων εἰς τὴν γαστέρα φορά. τὸ μὲν οὖν πλεῖστον ἑκατέρας τῶν εἰρημένων ὑλῶν οὕτως εἰς τὸ σῶμα διὰ τοῦ στόματος ἔρχεται, ὀλίγον δέ τι βούλεται καθ' ἑκάτερον τῶν στομίων συνεισέρχεσθαι πρὸς μὲν τὴν γαστέρα τοῦ πνεύματος, εἰς δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τοῦ πόματος. παρενθεὶς οὖν, ὡς ἔφην, τὸ ἕτερον τῶν ἐγκυρτίων εἶναι δίκρουν, ἀσάφειαν <ἐν>ειργάσατο τῷ λόγῳ μετὰ τοῦ καὶ ἀντιλογίαν ἐπιδέχεσθαι· τὴν γὰρ <διὰ> τῆς τραχείας ἀρτηρίας γινομένην ἀναπνοὴν δίκρουν ἔφη ὑπάρχειν, εἶπε δὲ τοῦτο διὰ τὸ τὴν μὲν ἀναπνοὴν ἡμῖν γίνεσθαι διά τε τῆς ῥινὸς καὶ τοῦ στόματος, τὴν δὲ ἐδωδὴν καὶ πόσιν διὰ μόνου τοῦ στόματος. ἔνθα φημὶ καὶ ἀντιλογίαν ποιήσεσθαι τοὺς φιλεγκλήμονας· οὐ γὰρ μόνου θατέρου τῶν ἐγκυρτίων εἶναι φήσουσι τὰ δύο κέρατα, τό τε διὰ τῆς ῥινὸς καὶ τὸ διὰ τοῦ στόματος, ἐπειδὴ τὸ στόμα καὶ θατέρου τοῦ κατὰ τὴν κοιλίαν κοινόν ἐστι πέρας. ἐπεὶ δ' οὖν ἤδη νενόηται, τί βούλεται τῷ παντὶ κύρτῳ προσεοικέναι τῶν ἐν ἡμῖν καὶ τίνα τοῖς ἐγκυρτίοις, ἐπὶ τὰς ἐφεξῆς αὐτοῦ λέξεις ἰέναι καιρός.