Ancient Greek · ~2 min
Fragment 12
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 12
Not analysed yet
78b6s. Καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγματος. Τούτου τὸ ἀνάλογον οὐκέτι κατὰ τοὺς τῶν ἁλιέων ἔστι κύρτους· ἀπὸ τῶν ἐγκυρτίων γὰρ πρὸς τὸ τοῦ περιέχοντος κύρτου πλέγμα σχοῖνος οὐδεμία διήκει κενοῦ τοῦ μεταξὺ παντὸς ὄντος. ἐν ἡμῖν δὲ διήκουσιν ἔκ τε τῆς κοιλίας καὶ τοῦ πνεύμονος εἰς ἅπαν τὸ σῶμα μέχρι τῶν ἐσχάτων αὐτοῦ περάτων ἐκτὸς ἀρτηρίαι καὶ φλέβες, ἃς εἰκάζει σχοίνοις ἀπὸ τῶν ἐγκυρτίων ἐπὶ τὸν κύρτον ἐκτεινομέναις.