Ancient Greek · ~7 min
Fragment 13
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 13
Not analysed yet
78b7——c2. Τὰ μὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου πάντα, τὰ <δ'> ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ. Τοῦ πλοκάνου λέγει νῦν ὅλου τοῦ τῷ κύρτῳ παραπλησίου. ἐπεὶ δὲ ἔστιν ἔνδον αὐτοῦ καὶ τὰ ἐγκύρτια, βούλεται δὲ τὴν περιεχομένην ὑπὸ τούτων χώραν ἀεροειδῆ μᾶλλον ὑπάρχειν ἢ πυροειδῆ, διὰ τοῦτο προσέθηκε τῷ περὶ τοῦ παντὸς πλοκάνου λόγῳ τὰ ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ. τὰ μὲν οὖν ἐγκύρτια προδήλως ἐστὶ τοιαῦτα· κενὴ γὰρ χώρα μόνον ἀέρα περιέχουσα κατὰ τὸν θώρακα φαίνεται, τὸ δὲ κύτος οὐκέτι πρόδηλον ὅπως ἀεροειδὲς εἴρηται· δοκεῖ γὰρ ἐκ τοῦ κύτος ὀνόματος ὡς ἓν σημαίνεσθαι τὸ σῶμα, περὶ οὗπερ ἂν ὁ λόγος γένηται, φαίνεται δὲ μάχεσθαι τοῦτο τοῖς προειρημένοις, εἴ γε τὸ σύμπαν ‘κύτος τοῦ κύρτου’ συμπληροῦται διά τε τῶν ἐγκυρτίων <καὶ> τοῦ μεταξὺ παντός, ὅσον ἀπὸ τούτων εἰς τὴν ἐκτὸς περιγραφὴν τοῦ κύρτου διήκει, καθ' ὃ τὰς οἷον σχοίνους διατετάσθαι ἔφασκε [τέτταρας ἡμᾶς νοεῖν], ἃς ἐλέγομεν ἀρτηρίας εἶναι καὶ φλέβας. καταλείποιτο ἂν οὖν ἡμᾶς νοεῖν τὸ ‘κύτος τοῦ κύρτου’ λεγόμενον αὐτὸ τὸ ἔξωθεν αὐτοῦ πλέγμα· τοῦτο γάρ ἐστι τὸ τὴν οὐσίαν ὅλην τοῦ κύρτου συνιστάνον. ὥσπερ οὖν τὸ μεταξὺ τούτου τε καὶ τῶν ἐγκυρτίων ἐνοοῦμεν ὑπὸ πυρὸς ἐπικρατούμενον, οὕτως ὑπ' ἀέρος ἐπικρατεῖσθαι χρὴ νοῆσαι τὸ ἔξωθεν αὐτοῦ πέρας, ὅπερ ἐστὶν αὐτὸ τὸ κύτος τοῦ πλοκάνου, τοῦτο δ' ἂν ἐν ἡμῖν εἴη τὸ δέρμα ψυχρὸν ὑπάρχον ὡς τὰ περιεχόμενα <σπλάγχνα κἀπὶ> τούτῳ συνεχὲς τῷ πέριξ ἀέρι. καί μοι δοκεῖ βούλεσθαι <δηλοῦν> τὸν περικείμενον ἀέρα τὸν ψαύοντα τοῦ πλοκάνου μέρος τι καὶ αὐτὸν εἶναι τοῦ κύρτου, καὶ κατὰ τοῦτο μάλιστα τὴν ἀσάφειαν ὁ λόγος ἐσχηκέναι· τούτου γὰρ ὑποτεθέντος ἅπαντα ἀλλήλοις ὁμολογεῖται κατὰ τὸν ἑξῆς λόγον, ἐφ' ὃν μετιέναι καιρός.