Ancient Greek · ~7 min
Fragment 15
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 15
Not analysed yet
78c3——d2. Τὸ μὲν τῶν ἐγκυρτίων εἰς τὸ στόμα μεθῆκε· διπλοῦ δὲ ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πνεύμονα καθῆκε θάτερον, τὸ δὲ εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας· τὸ δὲ ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκε κοινόν, ὥσθ' ὅτε μὴ κατὰ τὸ στόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθαι. τὸ δὲ ἄλλο κύτος τοῦ κύρτου περὶ τὸ σῶμα ὅσον κοῖλον ἡμῶν περιέφυσε. Οὐ τοῦτό φησιν ὅτι τὸ μὲν ἕτερον τῶν ἐγκυρτίων εἰς τὸ στόμα καθῆκεν, εἰρήκει γὰρ ἂν ἐφεξῆς ‘τὸ δὲ ἕτερον εἰς τόδε τι τοῦ σώματος’, ἀλλ' ἐπὶ τὸ πλόκανον ἀναφέρων εἶπεν, ὡς εἶναι τὸν ὅλον λόγον αὐτοῦ τοιοῦτον· ‘ὧν εἶπον πλοκάνων τριῶν, ἑνὸς μὲν τοῦ μεγάλου κύρτου, δυοῖν δὲ τῶν οἷον ἐγκυρτίων, τὸ μὲν τῶν ἐγκυρτίων πλόκανον εἰς τὸ στόμα μεθῆκε· διπλοῦ δ' ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας <εἰς τὸν πνεύμονα> καθῆκε τὸ ἕτερον αὐτῶν, τὸ δὲ λοιπὸν ἓν εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας· δυοῖν δὲ ὄντων τῶν ἐγκυρτίων, ὡς εἴρηται, τὸ ἕτερον, ὅπερ ἔφην καὶ πρότερον εἶναι ‘δίκρουν’, σχίσας τὸ μέρος ἑκάτερον δίχα κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκε κοινόν’. διὰ τί τοίνυν κοινὸν αὐτὸ εἶπεν, αὐτὸς ἐφεξῆς δηλώσει λέγων ὥστε <ὅτε> μὴ κατὰ τὸ στόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθαι· τὸ γὰρ τῆς ἀναπνοῆς ἐγκύρτιον ‘δίκρουν’ γενόμενον ὁδοὺς ἔσχε τοῦ πνεύματος δύο, μίαν μὲν κατὰ τὸ στόμα, τὴν δ' ἄλλην διὰ τῆς ῥινός, ἥτις, ὅτ<αν ἡ τοῦ πνεύ>ματος εἴσοδος ἡ κατὰ τὸ στόμα πεπαυμένη πως ᾖ, καὶ <τὴν δι' ἐκείνης χορηγουμένην οὐ>σίαν ἐκπληροῖ. ταῦτα εἰπὼν ὁ Πλάτων περὶ τῶν ἐγκυρτίων <καὶ περὶ τῶν ἀρτηριῶν καὶ φλεβῶν> ἐφεξῆς ἔφη· καλεῖ δὲ αὐτὰς ἀπὸ τῆς ἐπικρατούσης οὐσίας ‘πυρὸς ἀκτῖνας’.