Ancient Greek · ~12 min
Fragment 16
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 16.1
Not analysed yet
78d2——79a4. Καὶ πάλιν δὴ τοῦτο τοτὲ μὲν εἰς τὰ ἐγκύρτια ξυρρεῖν μαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, <τοτὲ δὲ ἀναρρεῖν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡς ὄντος τοῦ σώματος μανοῦ, δύεσθαι εἴσω δι' αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεμένας ἀκολουθεῖν ἐφ' ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, μὴ διαπαύεσθαι γιγνόμενον· τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομα. πᾶν δὲ δὴ τό τ' ἔργον καὶ τὸ πάθος τοῦθ' ἡμῶν τῷ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζῆν· ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δ' ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ [τὰ] σμικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπ' ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα, ῥεῖν [ἢ] ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος> τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα. Ὑπομνήσωμεν ἡμᾶς αὐτούς, ὅτι τὸ<ν> μὲν ὅλον κύρτον, οὗ τὸ δέ<ρμα> πέρας ὃ συνεχές ἐστι τῷ ἔξωθεν ἀέρι, βούλεται νοεῖν ἡμᾶς ἐν ἑαυτῷ ἔχειν οἷον ἐγκύρτια δύο χώρας ἀέρος τὴν μὲν ἐν τῇ γαστρί, τὴν δ' ἐν τῷ θώρακι, τὸ δὲ μεταξὺ τούτων, ὅπερ ἐστὶ τὸ σῶμα, διατεταμένας ἔχειν ἀκτῖνας πυρός, ἃς εὔλογόν ἐστι νοεῖν ἡμᾶς διὰ τῶν ἀρτηριῶν καὶ φλεβῶν τετάσθαι καὶ εἶναι ταύτας αὐταῖς ὁδοὺς τῆς ἐφ' ἑκάτερα φορᾶς ἔσωθέν τε ἔξω καὶ αὖθις ἔξωθεν [τε] ἔσω· δύο γὰρ εἶναι κινήσεις ἐναντίας ἀλλήλαις φησὶ τῷ παντὶ πλοκάνῳ ποτὲ μὲν ἀπὸ τῶν ἐγκυρτίων ἄχρι τοῦ περιέχοντος ἡμᾶς ἀέρος φερομένῳ, ποτὲ δὲ ἀπ' αὐτοῦ πρὸς τὰ ἐγκύρτια· τίνα δὲ τρόπον αἱ κινήσεις αὗται γίνονται καὶ τίνα τὴν αἰτίαν ἔχουσι τοῦ μὴ παύεσθαι ἄχρι περ ἂν ζῇ τὸ σῶμα, διὰ τῶν ἐφεξῆς ἐρεῖ, ἀλλὰ νῦν γε τὸν προκείμενον λόγον συγκεφαλ<αι>ούμενος τὴν ἐφ' ἑκάτερα κίνησιν ἀναπνοήν τε καὶ ἀνάδοσιν τροφῆς ἐργάζεσθαί φησιν. ἐγὼ μὲν οὖν τὸ συγκείμενον ὅλον ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς ἀναπνοὴν ὠνόμασα τοῖς ἰατροῖς ἑπόμενος σχεδὸν ἅπασιν· ὄντων γὰρ τριῶν πραγμάτων, ἑνὸς μὲν τῆς εἴσω φορᾶς, δευτέρου δὲ τῆς ἔξω καὶ τρίτου <τοῦ> ἐξ ἀμφοῖν συγκειμένου, τὴν μὲν ἔσω φορὰν τοῦ πνεύματος εἰσπνοὴν ὀνομάζουσι, τὴν δὲ ἔξω φορὰν ἐκπνοήν, τὸ δὲ ἐξ ἀμφοῖν σύνθετον ἀναπνοήν, ὁ δὲ Πλάτων τὴν εἰσπνοὴν ἀναπνοὴν ὠνόμασεν, ἣν γίνεσθαί φησιν εἴς τε τὴν ἀρτηρίαν τὴν τραχεῖαν δηλονότι καὶ τὴν γαστέρα· διαδεχομένης δὲ τὴν εἴσω φορὰν τοῦ πνεύματος τῆς ἔξω κατὰ τὴν μεταξὺ χώραν τῶν τε ἐγκυρτίων καὶ τοῦ μεγάλου κύρτου τέμνεσθαι τὰ σιτία καὶ τὰ ποτὰ κατὰ τὴν ἔσω κίνησίν τε καὶ φορὰν τοῦ παντὸς πλοκάνου, συναναφέρεσθαι δὲ εἰς τὸ σῶμα τῇ τε θερμασίᾳ καὶ τῷ πνεύματι καταθραυσθέντα. τοῦτο μὲν ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἀνάδοσίς ἐστι φερομένης τῆς τροφῆς διὰ τῶν φλεβῶν τε καὶ τῶν ἀρτηριῶν ἐπὶ πάντα τὰ μόρια τοῦ σώματος· τίς δὲ ἡ τῆσδε τῆς ἐφ' ἑκάτερα φορᾶς ἐστιν αἰτία τῷ τε πνεύματι καὶ τῇ θερμασίᾳ, μετὰ ταῦτα διέρχεται.