Ancient Greek · ~9 min
Fragment 17
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 17
Not analysed yet
79a5——c7. Πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ <τὰ> νῦν ἐστιν. ὧδ' οὖν. ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναιτ' ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ' ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ, τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτήν, ξυνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι. διὸ δὴ <τὸ> τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μα<νῶν> τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου, γίνεται πλῆρες· αὖθις <δὲ> ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ <κατὰ τὴν τοῦ στόματος> καὶ τὴν τῶν μυκτήρων δίοδον. Οὐδὲ κατὰ ταύτην τὴν ῥῆσιν εἶπεν ἤδη τὴν πρώτην αἰτίαν τῆς ἀναπνοῆς. ἀμέλει συμπληρώσας αὐτὴν ἄρχεται τῆς μετ' αὐτὴν ὧδε· ‘τὴν δὲ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε’. τί οὖν ἐστιν ὃ νῦν κατὰ τὴν προκειμένην εἶπε; τὸ κατὰ τὴν περίωσιν ὀνομαζομένην δόγμα, καθ' ἣν βούλεται γίνεσθαι τήν τε ἀναπνοὴν καὶ τὴν διαπνοήν· καλοῦμεν γὰρ οὕτως ἡμεῖς τὸ μὲν ἀναπνοήν, ὡς εἴρηται, τὸ συγκείμενον ἐκ τῆς εἰσπνοῆς τε καὶ τῆς ἐκπνοῆς, ὅταν διὰ τοῦ στόματος ἄμφω γίνηται ταῦτα, τὸ δὲ διαπνοήν, ὅταν καθ' ὅλον τὸ σῶμα. ἀμφότερα δὲ ταῦτα βούλεται κατὰ τὴν περίωσιν γίγνεσθαι τρόπῳ τῷδε· ὅταν μὲν διὰ τοῦ στόματος ἐκπνέωμεν, συμβαίνειν τὸν ἐκ τῶν <ἐγ>κυρτίων ἀέρα φερόμενον ἔξω περιωθεῖν τὸν ἔξωθεν ἀέρα διὰ τοῦ δέρματος μανοῦ, τὸν δὲ φέρεσθαι πρὸς τὸ βάθος τοῦ σώματος ἀναπληροῦντα τὴν χώραν τοῦ κατὰ τὴν ἐκπνοὴν ἀέρος ἐκτὸς φερομένου· ὅταν δ' αὖ πάλιν ἐπὶ τὴν διὰ τοῦ δέρματος ἐκτὸς φορὰν ὁρμήσῃ τό τε πνεῦμα καὶ ἡ θερμασία, περιωθούμενον αὖθις τὸν ἔξωθεν ἀέρα φέρεσθαι διὰ τοῦ στόματος ἔσω τοῦ σώματος, ὅπερ, ὡς ἔφην, εἰσπνοή γε κυριώτερον ὑπὸ τῶν ἰατρῶν οὐκ ἀναπνοὴ καλεῖται. γίνεσθαι δέ φησιν ὁ Πλάτων τὴν περίωσιν ταύτην διὰ τὴν ἀνάγκην τοῦ κενοῦ, τουτέστι τοῦ μηδεμίαν χώραν γενέσθαι κενήν· καὶ διὰ τοῦτο <τοῦ> κενουμένου τὸ συνεχὲς ἕπεται τὴν χώραν αὐτοῦ πληροῦν, ὅπερ Ἐρασίστρατος ὀνομάζειν εἴωθε τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν.