Ancient Greek
Fragment 19
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 19
Not analysed yet
79e10——80c8. Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δι' ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπ' αὐτῶν κινήσεως, τοτὲ δὲ ξύμφωνοι δι' ὁμοιότητα. τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, <κατα>λαμβάνουσιν, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλ' ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τῆς θάττονος, ἀποληγούσης δέ, ὁμοιότητα προσάψαντες, μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην· ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔμφροσι διὰ τὴν τῆς θείας ἁρμονίας μίμησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον. καὶ δὴ καὶ τὰ τῶν ὑδάτων ῥεύματα πάντα, ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα τά τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα [ἂν] ἰέναι πάντα, τούτοις τοῖς παθήμασι πρὸς ἄλληλα συμπλεχθεῖσι τεθαυματουργημένα τῷ κατὰ τρόπον ζητοῦντι φανήσεται. Οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆς περιώσεως δόξαν ἀντὶ τῆς ὁλκῆς εἵλετο κατὰ τοῦτο μόνον σχεδὸν ἀποστὰς Ἱπποκράτους· ὅτι μὲν γὰρ τὸ τῆς ἀναπνοῆς, εἴτ' ἔργον εἴτε πάθος χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωσιν, Ἐρασίστρατος ἔδειξεν ἐλέγξας <τὴν τοῦ> Ἑστιαίου δόξαν· ὅτι δὲ ἐπικαιροτάτη τῶν φυσικῶν δυνάμεων ἡ ὁλκή, δέδεικται μέντοι καὶ διὰ τῆς τῶν φυσικῶν δυνάμεων πραγματείας εὐθέως κατὰ <τὸ> πρῶτον ὑπόμνημα, φαίνεται δὲ ἐναργῶς καὶ πρὸ τῆς διὰ μακρῶν λόγων ἀποδείξεως. ἐὰν γάρ τις <εἰς> ὕδωρ καθεὶς αὐλίσκον ἤ τινα κάλαμον εὐθύτρητον ἐξέλκῃ τῷ στόματι τὸν ἀέρα, συνακολουθήσει τὸ ὕδωρ οὐδεμιᾶς αἰτίας ἑτέρας προηγουμένης τῆς κατὰ τὴν ὁλκὴν ἐνεργείας. ἡμέτερον γοῦν ἐστιν, ὁπότε βουληθείημεν, περιθεῖσι τὰ χείλη τῷ καλάμῳ τὸ περιεχόμενον ἐν αὐτῷ πρὸς ἡμᾶς αὐτοὺς ἕλκειν. εἰ δὲ οὐκ ἔστι τοῦτο ἡμέτερον ἔργον, οὐκ ἀρχὴν τῆς κινήσεως ἐξ ἡμῶν ἕξει. φαίνεται δὲ καὶ ἡ καρδία, κἂν ἐξαιρεθῇ τοῦ ζῴου, τὴν κίνησιν ἄχρι πολλοῦ διαφυλάττουσα κατά τε τὴν διαστολὴν καὶ τὴν συστολήν. ὥσπερ οὖν ἐν τῇ συστολῇ τὸ περιεχόμενον ἐκθλίβει σαφῶς, οὕτως ἐν τῇ διαστολῇ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ ἀναπληρῶσον τὸ κενούμενον αὑτῆς ἐπισπᾶται.