Ancient Greek · ~10 min
Fragment 18
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 18
Not analysed yet
79c7——e9. Τὴν δὲ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε· πᾶν ζῷον ἑαυτοῦ πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός· ὃ δὴ καὶ προσεικάζομεν τῷ τοῦ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δ' ἄλλα ὅσα ἔξωθεν, ἀέρος. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι· δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δ' αὖ κατὰ <τὸ> στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ, τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δὲ ἐξιὸν ψύχεται. μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γινομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν ἑαυτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα· τὸ δὲ ταὐτὰ <πάσχον καὶ ταὐτὰ> ἀνταποδιδὸν ἀεί, κύκλον οὕτως σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ' ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται. Σαφῶς ἐδήλωσε νῦν τὴν ἐν τῷ βάθει χώραν, ἐν ᾗ φησιν εἶναι τὸν οἷον κύρτον, ἣν ὠνόμασε πηγήν τινα πυρός. ταύτην οὖν τὴν θερμασίαν ἀναθεῖν βούλεται πρὸς τὸ ξυγγενές. ἐὰν μὲν οὖν φθάσῃ κατὰ τὴν διὰ τοῦ στόματος ἔξοδον ἡ ὁρμὴ τῆς <κατὰ τὰς> φλέβας θερμότητος ἐμπίπτειν ταῖς ἐντὸς ἀεροειδέσι κοιλότησιν, ἅμα μὲν τέμνειν τε καὶ καταθραύειν τὰ κατ' αὐτάς, ἅμα δὲ καὶ συνεπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα, καὶ οὕτως συμβαίνειν τὸ μὲν περιωσθὲν εἰς τὸ θερμὸν ἐμπῖπτον, ὃ δὴ πῦρ ὠνόμασε, θερμαίνεσθαι, τὸ δ' ἐξιὸν ψύχεσθαι, ἕπεσθαι δὲ πάλιν [ἐν] τῷδε τὸ μὲν θερμανθὲν ἀναθεῖν πρὸς τὸ συγγενὲς διὰ τῆς ἐκτὸς ἐπιφανείας, ἀκολουθεῖν δὲ αὐτῷ τὸν κατὰ τὰς ἔνδον κοιλότητας ἀέρα, τούτῳ δὲ πάλιν ἕπεσθαι τὸν ἄχρι τοῦ στόματος, ᾧ τὸν ἐκτὸς ἀκολουθεῖν περιωθούμενον ὑπὸ τοῦ ἐξιόντος διὰ τὸ κενὴν χώραν μηδεμίαν εἶναι τὴν ὑποδεξομένην τὸ φερόμενον ἐκ τοῦ σώματος ἔξω, καὶ κατὰ τοῦτο πάλιν ὠθούμενον τὸν πλησίον ἀέρα καὶ αὐτὸν αὖθις ὠθεῖν τὸν συνεχῆ, κἀκεῖνον ὁμοίως τὸν μεθ' ἑαυτόν, ἄχρις ἂν ἐν τῇ περιώσει ταύτῃ πάλιν εἰς τὸ κενούμενον τοῦ σώματος ὁ ἀναπληρώσων ἀὴρ αὐτὸ παραγένηται. γίνεται τοίνυν ἡ τοιαύτη κίνησις οὐκ ἀκριβὴς κύκλος ἐπὶ τὰ αὐτὰ διὰ παντὸς περιφερόμενος, ἀλλ', ὡς αὐτὸς εἶπεν, ἔνθα καὶ ἔνθα, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ Πλάτωνος δόξα τῆς <Ἑστιαίου τοῦ> ἐξ Ἀκαδημίας, οὐχ ὡς Ἐρασίστρατος ἔγραψεν· ἐκείνη μὲν γὰρ κατὰ κύκλον ἀκριβῆ διὰ παντὸς περιφέρεσθαι τὸν ἀέρα ἐπὶ τὰ αὐτὰ καὶ ὡσαύτως βούλεται, αὕτη δὲ οὐ κατὰ κύκλον ἀεὶ τὸν αὐτόν, ἀλλ', ὡς ἄν τις εἴποι, κατὰ δύο ἡμικύκλια ἐναντίως ἀλλήλοις κινούμενα.