Ancient Greek · ~2 min
Fragment 9
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 9
Not analysed yet
78b3s. Πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἷον οἱ κύρτοι ξυνυφηνάμενος. Τοὺς τῶν ἁλιέων κύρτους λέγει, οὓς εἰ μή τις ἴδοι πρότερον, οὐκ ἂν ἀκολουθήσειε τοῖς λεχθησομένοις οὖσι δυσρήτοις, ὡς καὶ τοῖς ἑωρακόσι τοὺς κύρτους μόγις νοηθῆναι. εἰ μὲν οὖν τις ἐπιθαλάττιον οἴκησιν ἔχοι, πειραθήτω πρότερον ἰδεῖν τοὺς κύρτους τῶν ἁλιέων, εἰ δὲ χερσαῖός τις καὶ ὄρειος εἴη, ἀλλὰ ταλάρους γε πάντως ἐθεάσατο· νοήσας οὖν τούτους ἀτρήτους μὲν κατὰ τὴν βάσιν ἀνεῳγμένον δὲ τὸ ἄνω στόμιον ἔχοντας, οὕτω τοῖς λεχθησομένοις προσσχέτω τὸν νοῦν.