Ancient Greek
Fragment 8
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 8
Not analysed yet
78b2s. Τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν. Τούτοις λέγει τοῖς προειρημένοις, τῷ τε πνεύματι καὶ τῷ πυρί· ‘πῦρ’ γὰρ ὀνομάζει τὴν ἐν τῷ σώματι θερμασίαν, ἀπὸ τοῦ γεννήσαντος αὐτὴν στοιχείου τὴν προσηγορίαν μεταφέρων, ἐπειδὴ τὸ θερμὸν ἅπαν ἐπικρατείᾳ πυρὸς γέγονε τοιοῦτον.