Ancient Greek
Fragment 11
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 11
Not analysed yet
ὅτι μὲν ὑπὸ τῆς ὑγρότητος αἱ τῆς λογικῆς ψυχῆς ἐνέργειαι βλάπτονται, δεδήλωται πρόσθεν· πῶς δὲ ἐν τῷ σώματι νοήσει τις δύο περιόδους εἶναι, τὴν μὲν ἑτέραν ἀνάλογον τῇ τῶν ἀπλανῶν σφαίρᾳ, τὴν δὲ ἑτέραν τῇ τοῦ Ζωδιακοῦ, χαλεπὸν εὑρεῖν, πλὴν εἰ περιόδους ἀξιώσει τις λέγειν αὐτὸν οὐ τὰς κινήσεις ἀλλὰ τὰς οὐσίας, αἷς αἱ περίοδοι συμβεβήκασιν. <ὅτι γὰρ αἱ περίοδοι ἀμερίσταις τε καὶ σκεδασταῖς οὐσίαις συμβεβήκασιν,> ἐν αἷς ὅπως ἐπιστῆμαί τε καὶ δόξαι ἥνωνται, διῆλθεν ὁ Πλάτων πρὸ τῆς ῥήσεως τῆς νῦν. οὕτω γὰρ μόνως ἐπινοῆσαι δυνατὸν εἶναί τινας κατὰ τὴν ἡμετέραν ψυχὴν οὐσίας, ὁμοίας ταῖς κατὰ τὸν οὐρανόν, ἐν αἷς συνίστανται δόξαι τε καὶ ἐπιστῆμαι καὶ αἰσθήσεις καὶ νοῦς ὁ κατ' ἐνέργειαν. ὁ μὴν γὰρ καθ' ἕξιν τε καὶ δύναμιν ἔστι διὰ παντὸς ἐν αὐταῖς, εἴπερ γε καὶ κατὰ τὴν ψυχήν.