Ancient Greek
Fragment 12
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 12
Not analysed yet
ὅτι ἐπιρρεῖ αἷμα παντὶ τῷ σώματι χάριν μὲν τοῦ τρέφεσθαι μόνον τῷ μηκέτι αὐξανομένῳ, πρὸς τούτῳ δὲ καὶ διὰ τὴν αὔξησιν τοῖς παισί. δι' ἣν ὑγρότητα διὰ παντὸς μὲν ἐμποδίζεσθαι συμβαίνει τὴν ψυχήν, μάλιστα δὲ τοῖς νεογενέσιν. ὅτι δὲ ἐμποδίζεται μέχρι ἂν ἐν τῷ σώματι περιέχηται, πολλαχόθεν καὶ αὐτὸς ὁ Πλάτων καὶ ἄλλοι τῶν φιλοσόφων εἰρήκασιν, ἀδύνατον εἶναι λέγοντες ἀκριβοῦς ἀληθείας τε καὶ σοφίας, οἷα παρὰ θεοῖς ἐστι, τυχεῖν ἡμᾶς ζῶντας. καί μοι δοκοῦσιν τὴν ὑγρότητα ταύτην οἱ παλαιότατοι τῶν θεολόγων αἰνίττεσθαι τὸ τῆς λήθης πόμα φάσκοντες πίνειν τὰς ψυχὰς ἐνδυομένας τῷ σώματι· μετὰ δὲ τὴν πρώτην γένεσιν ἄχρι γήρως ἐσχάτου ξηρότερον ἑαυτοῦ γίνεται τὸ σῶμα, τουτέστιν αὐτὰ τὰ στερεὰ μόρια. τὰ γὰρ ἐν ταῖς εὐρυχωρίαις τῶν ἀγγείων ὑγρὰ περιεχόμενα μόνα πλεονάζει τοῖς γέρουσιν, ὅσοι μὴ καλῶς διαιτῶνται.