Ancient Greek
Fragment 13A
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 13A
Not analysed yet
ὅτι οἱ μὴ τρεῖς εἶναι γενικὰς δυνάμεις ἢ οὐσίας τὰς διοικούσας ἡμῖν συγχωροῦντες, ἀλλ' ὑποτιθέμενοι μίαν εἶναι τὴν λογικὴν μόνην, οὐδὲ ταύτην ἐν τῇ κεφαλῇ περιεχομένην λέγουσι· δύο πρὸς τοῦτο χρώμενοι λήμμασιν, ὧν τὸ μὲν ἕτερον ἀληθές, τὸ κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ὑπάρχον· καὶ συγχωρεῖται τὸ ἔνθα τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθα καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν. τὸ δὲ ἕτερον προσλαμβάνουσι ψευδῶς, τὸ ἐν καρδίᾳ δὲ τῶν νεύρων ἡ ἀρχή. τοῦτο γὰρ ἐξ ἀνατομῆς χρὴ διαγνῶναι τοῖς ὀφθαλμοῖς θεώμενον, οὐ τῷ λογισμῷ.