Ancient Greek · ~4 min
Fragment 14
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 14
Not analysed yet
ὅτι ἀπὸ <τοῦ> ἐγκεφάλου πάντα φαίνεται τὰ κατὰ τὸ ζῷον νεῦρα τὴν ἀρχὴν ἔχοντα, ἀφ' ὧν καὶ εἰς τὴν καρδίαν ἀποφύσεις μικραὶ παραγίνονται. καὶ γὰρ καὶ ταύτην ἔδει μετασχεῖν τῆς ἄνωθεν ἀρχῆς ὑπηρετήσειν ταύτῃ μέλλουσαν, ὡς ἑξῆς δειχθήσεται. συνδέσμους δέ τινας ἔχουσα φαίνεται λεπτοὺς καὶ ἀνόμους κατὰ τὰς ἐνφύσεις τῶν ὑμένων, οὓς Ἀριστοτέλης ἰδὼν ᾠήθη νεῦρα κατὰ τὴν καρδίαν ὑπάρχειν οὐκ εἰδώς, ὅτι τὸ μὲν νεῦρον αἰσθητικώτατόν ἐστιν, ὁ σύνδεσμος δὲ ἀναισθητότατος. οἱ τένοντες δὲ νευρώδεις τελευταὶ μυῶν ὄντες ἐν τῷ μεταξὺ νεύρων τε καὶ συνδέσμων τὴν φύσιν ἔχουσιν. εἰ δὲ καὶ νεῦρά τις αὐτῷ συγχωρήσει τοὺς κατὰ τὴν καρδίαν συνδέσμους ὑπάρχειν, ἀλλ' οὐδέν γε φαίνεται πρὸς οὐδὲν μέρος τοῦ σώματος ἀπ' αὐτῶν φερόμενον, ὡς ἀπ' ἐγκεφάλου τε καὶ νωτιαίου πρὸς ἅπαντα. τοσούτου δὲ δεῖται νεύρων ἀρχὴν κατὰ τὴν καρδίαν ὑπάρχειν, ὥστε καὶ τῶν παραγινομένων εἰς αὐτὴν νευρίων σμικροτάτων οὐδὲν ὁρᾶται σχιζόμενον εἰς ἅπασαν αὐτήν, ὡς ἐπ' ἄλλων παμπόλλων φαίνεται μορίων. ἀλλ' εὐθὺς ἅμα τῷ πρῶτον ἐκφῦναι τελέως ἐκφεύγει τὴν αἴσθησιν, ὡς καὶ ἐπὶ τῶν μεγίστων ὁρᾶται ζῴων.