Ancient Greek
Fragment 15
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 15
Not analysed yet
ὅτι τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι καὶ ζῆν ἄχρι περ ἂν ἡ τοῦ σώματος ἀντέχῃ σύστασις, οὐδὲν ἧττον ἡμῖν ὑπάρχει κἀκείνοις. ὁ δὲ νοῦς μόνος ἐστὶ τῶν ἐν ἡμῖν θειότητος. ὅτι δὲ καὶ δεσπόζει τοῦ ζῴου παντός, εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν καθ' ὁρμὴν κίνησιν ὑπ' αὐτοῦ γίνεσθαι. πρῶτον μὲν γάρ, ὅτε χρὴ κινηθῆναι, κρῖναι χρῆ τὸν λογισμόν, εἶτα διὰ τῶν νεύρων ὡς δι' ἰνῶν κινῆσαι τὰ μόρια τοῦ σώματος. αὐτὸς οὖν ἐστιν ὁ πασῶν τῶν κατὰ τὸ ζῷον [καθ' ὁρμὴν κινήσεων καὶ αἰσθήσεων] ἡγεμών τε καὶ ἄρχων, ᾧ καὶ πᾶν τὸ σῶμα παρέδοσαν ὑπηρεσίαν αὐτῷ ξυναθροίσαντες οἱ θεοί.