Ancient Greek
Fragment 18
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 18
Not analysed yet
ὅτι πυρὸς γένη πολλὰ γέγονε κατὰ Πλάτωνα, οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ καίει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασι παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ τοῦ πυρὸς αὐτοῦ φυλάττων τις τὴν κατὰ τὸ καίειν ἔννοιαν δυνήσεται λέγειν καὶ τὴν αὐγὴν ἔχειν μέν τινα θερμότητα, διὰ δὲ τὸ λελεπτύνθαι μὴ καίειν ἡμῶν τὰ σώματα. διέρχεται γὰρ ἡ λεπτομερὴς οὐσία διὰ τῶν ἀραιῶν σωμάτων, ὡς ἂν εἴποι τις, ἀψαυστὶ χωρὶς τοῦ διακρίνειν αὐτὰ καὶ λυπεῖν.