Ancient Greek
Fragment 17
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 17
Not analysed yet
ὅτι ὁ Πλάτων πᾶσαν ἰδέαν <τῶν> λόγων ἐπεδείξατο, κάλλιστα ποιεῖν δυνάμενος. καὶ δὴ καὶ ποιητικωτέραις ἔστιν οὗ χρῆται λέξεσι, δεῖξαι θέλων, ὅτι καὶ τὸ τοιοῦτον τῆς ἑρμηνείας εἶδος, ὃ καλοῦσιν οἱ μὲν περιττόν, οἱ δὲ ὑψηλόν, ἱκανὸς ἦν μεταχειρίζεσθαι. οὐ μὴν Σωκράτη χρώμενον αὐτῷ πεποίηκεν. ἐξ οὗ δῆλός ἐστι τὸ μὲν ἀκριβῶς κατὰ φύσιν τῆς ἐρμηνείας εἶδος ἐκείνῳ φυλάξας. τὸ περιττὸν δὲ ἑτέρως προσνείμας πάντων μέντοι τῶν ἄλλων ὧν μέμνηται σοφιστῶν τὴν ἰδέαν τῆς ἑρμηνείας ἐμιμήσατο, δηλώσας ἐν τῷδε χρῆσθαι μὲν αὐτῇ δυνάμενον ἑαυτόν, οὐκ ἀξίαν δὲ δήπου Σωκράτους νομίζοντα.