Ancient Greek · ~2 min
Fragment 2
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 2
Not analysed yet
ὅτι διὰ τί τὸ μὲν ὕδωρ ὑγρόν τέ ἐστι καὶ ῥυτόν, ἡ δὲ γῆ βαρεῖα καὶ σκληρά, τὸ δὲ πῦρ ἄνω τε φέρεται καὶ καίει, μαλακώτατος δὲ καὶ εὐαλλοιότατός ἐστιν ὁ ἀήρ, ἐπισκεπτόμενος ὁ Πλάτων εἰς τὰς τῶν στερεωτέρων σχημάτων φύσεις ἀνήνεγκεν, ἐξ ὧν βούλεται συγκεῖσθαι ταυτὶ τὰ στοιχεῖα τὰ αἰσθητά, καὶ ἀναλύων γε ταῦτα καὶ δεικνὺς ἕτερα στοιχεῖα τούτων ὑπάρχειν, οὐδ' αὐτὸς ἠδυνήθη ἀνελθεῖν μέχρι παντός. τὰς γὰρ ἔτι τούτων ἀρχὰς ἄνωθεν ἔφη θεὸν εἰδέναι καὶ ἀνδρῶν, ὃς ἂν ἐκείνῳ φίλος εἴη.